Τρίτη 3 Φεβρουαρίου 2026

Οἱ ἅγιοι μάρτυρες Ἀδριανὸς καὶ Εὔβουλος

 



Οἱ ἅγιοι μάρτυρες Ἀδριανὸς καὶ Εὔβουλος

Ἑορτάζουν τὴν γ΄ () Φεβρουαρίου.


ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ*


Εἰς τὸν Ἀδριανόν.

Ἀδριανόν, χαίροντα τμηθῆναι ξίφει,

Χείρ, ἡ φόνοις χαίρουσα, τέμνει δημίου.

 

Εἰς τὸν Εὔβουλον.

Ξίφει θανών, Εὔβουλε, Κυρίου χάριν,

Βουλὴν ἐπέγνως, ὡς ἀρεστὴν Κυρίῳ.


   Τοῦτοι οἱ ἅγιοι μάρτυρες κατάγονταν ἀπὸ τὴν χώρα Βανέα, κ’ ἔχοντας πόθο κι ἀγάπη γιὰ τοὺς ὁμολογητὲς καὶ μάρτυρες τοῦ  Χριστοῦ ἦλθαν στὴν Καισάρεια, ὅπου μαρτυροῦσαν πολλοὶ μάρτυρες. Κι ἀφοῦ φανερώθηκαν ἐκεῖ ὅτι ἦσαν Χριστιανοί, ὁδηγήθηκαν στὸν ἄρχοντα Φιρμιλιανὸ καὶ μὲ παρρησία ὁμολόγησαν τὸν Χριστό. Τότε, παρευθὺς δέρνονται στὴν ράχη καὶ στὰ πλευρά, καὶ λαμβάνουν κι ἄλλα μεγαλύτερα βάσανα. Ἐπειδὴ ὅμως στεκόντουσαν στέρεοι κι ἀμετάθετοι στὴν ὁμολογία τοῦ Χριστοῦ, γι’ αὐτὸ θύμωσε πολὺ ὁ ἄρχοντας καὶ τοὺς δίδει στὰ θηρία γιὰ νὰ τοὺς φᾶνε.

Δευτέρα 2 Φεβρουαρίου 2026

ΕΥΧΗ Εἰς τὴν Ὑπαπαντὴ τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ


 

Ε Υ Χ Η

Εἰς τὴν Ὑπαπαντὴ τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ

(2 Φεβρουαρίου)

 

   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς τῇ σῇ εὐδοκίᾳ καὶ τῇ τοῦ ἁγίου Πνεύματος συνεργείᾳ ὑπὲρ τῆς ἡμῶν σωτηρίας καταδεξάμενος ἀτρέπτως καὶ ἀναλλοιώτως ἐνανθρωπῆσαι, καὶ σήμερον ἐν τῷ ναῷ κατὰ τὸν νόμον ὑπὸ τῆς ἀχράντου Μητρὸς αὐτοῦ, ὡς βρέφος τεσσαρακονθήμερον παρασταθῆναι. Ἐπάκουσον, δεόμεθά σου, τῆς δεήσεως ἡμῶν, καὶ τῇ ἐπιλάμψει τοῦ ἀπροσίτου σου φωτὸς τὸ σκότος τῶν ἡμετέρων ἁμαρτιῶν διάλυσον, ἵνα φωτισθέντες ταῖς διανοίαις, νοερῶς κατοπτριζώμεθα τὸ ἑνιαῖον τῆς τρισυποστάτου θεότητος· καὶ καθ’ ἑκάστην σπεύδωμεν τὰ σοὶ εὐάρεστα ποιεῖν, καὶ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἑαυτοὺς καθαροὺς διατηρεῖν, ὅπως τὴν πανιερωτάτην ἡμέραν ταύτην ἐτησίως ἑορτάζοντες, καταξιωθῶμεν εἰς τὴν μακαρίαν κατάπαυσιν ἐλθεῖν. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.