Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣΕΥΧΗ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣΕΥΧΗ. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 3 Νοεμβρίου 2026

ΕΥΧΗ Εἰς τοὺς ἁγίους μάρτυρες Ἀκεψιμᾶ, Ἰωσήφ, Ἀειθαλᾶ καὶ Γεώργιο



 

Ε Υ Χ Η

Εἰς τοὺς ἁγίους μάρτυρες Ἀκεψιμᾶ, Ἰωσήφ, Ἀειθαλᾶ καὶ Γεώργιο

(3 Νοεμβρίου)


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἡ ἰσχὺς καὶ κραταίωμα τῶν φοβουμένων σε καὶ ποιούντων τὰς ἐντολάς σου ὑπάρχων, ὁ τοὺς ἁγίους καὶ μακαρίους Μάρτυράς σου ἐνισχύσας τὸν καλὸν ἀγῶνα ἀγωνισθῆναι, καὶ διὰ τὸ ὄνομά σου καλῶς τελειωθῆναι· ὧν ταῖς πρεσβείαις δυσωπηθείς, κραταίωσον καὶ ἡμᾶς, δεομένους σου, πάσας τὰς τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν ἡμῶν ἐπιβουλὰς ἀβλαβῶς διαβαίνειν, καὶ τὴν καρτερίαν τῶν Ἁγίων σου μνημονεύοντες, πᾶν ὅπερ ἂν συμβαίνῃ ἡμῖν δεινὸν ἐξ ἁμαρτιῶν ἡμῶν διὰ σωφρονισμόν, ἀνδρείως ὑποφέρωμεν, καὶ τῷ ἁγίῳ σου θελήματι ταπεινῶς ὑπείκωμεν, καὶ εἴτε ἐν εὐπραγίαις ὦμεν, ἢ δυσπραγίαις περιπέσωμεν, δοξάζομέν σε ταῖς σαῖς ἐπαγγελίαις πιστεύοντες· ὅπως καὶ νῦν καὶ ἐν τῷ μέλλοντι εὐαρεστήσωμέν σοι. Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Κυριακή 1 Νοεμβρίου 2026

ΕΥΧΗ Εἰς τοὺς ἁγίους ἀναργύρους Κοσμᾶ καὶ Δαμιανὸ


 

Ε Υ Χ Η

Εἰς τοὺς ἁγίους ἀναργύρους Κοσμᾶ καὶ Δαμιανὸ

(1 Νοεμβρίου)


   Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ εἰπών, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, ὁ τοὺς ἀληθῶς ἀγαπήσαντάς σε, οὐ μόνον ἐνισχύσας ὑπομεῖναι καρτερικῶς δεινοὺς καὶ διαφόρους αἰκισμούς, ἀλλὰ καὶ τελειωθέντας διὰ τὸ ὄνομά σου, νικητικῷ στεφάνῳ λαμπρῶς κατακοσμήσας, καὶ τοῖς θαύμασι δοξάσας· ἐπίβλεψον, δεόμεθά σου, ἐφ’ ἡμᾶς, καὶ ταῖς τῶν θεραπόντων σου Κοσμᾶ καὶ Δαμιανοῦ πρεσβείαις δυσωπηθείς, ῥῦσαι τὰς ψυχὰς ἡμῶν δεινῶν ἁμαρτημάτων, καὶ τὰ σώματα παντοίων παθῶν ἀπαλλάξας, τὴν ζωὴν ἡμῶν κυβέρνησον καὶ ἀνεπηρέαστον διαφύλαξον· ὅπως ἐν μὲν τῷ παρόντι εἰρηνικῶς βιοῦντες, καὶ τὴν μνήμην τῶν Ἁγίων σου τιμῶντες, δοξάζωμέν σε τὸν εὐεργέτην Θεὸν καὶ θαυμαστὸν ἐν τοῖς Ἁγίοις σου· καὶ ἐν τῷ μέλλοντι καταξιωθῶμεν τῷ ἐλέει σου τῆς μακαριότητος αὐτῶν ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Δευτέρα 26 Οκτωβρίου 2026

ΕΥΧΗ Εἰς τὸν ἅγιο μεγαλομάρτυρα Δημήτριο

 


Ε Υ Χ Η

Εἰς τὸν ἅγιο μεγαλομάρτυρα Δημήτριο

(26 Ὀκτωβρίου)


   Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, προαιώνιε Λόγε τοῦ Θεοῦ καὶ Πατρός, ὁ διὰ τῆς χάριτός σου ἐμπνεύσας ἐν τῇ ψυχῇ τοῦ ἐνδόξου μάρτυρος Δημητρίου εὐστάθειαν τοῦ ἀνδρείως καθυπομεῖναι ἐν πηλίνῳ σώματι τὰς τῶν τυράννων σφοδρὰς βασάνους διὰ τὸ ὄνομά σου· ἐνίσχυσον, δεόμεθά σου, καὶ ἡμᾶς, ἵνα δυνηθῶμεν καρτερῶς ὑπομένειν τοὺς διὰ τὰς ἁμαρτίας ἡμῶν γενομένους ἡμῖν πειρασμούς, καὶ παντοδαπὰς ἀπειλὰς τοῦ διαβόλου· καὶ καθάπερ τότε καταργήσας τῇ δυνάμει σου δι’ αὐτοῦ τὰς ἐπινοίας τῶν παρανόμων, ἐχαροποίησας τὰ τῶν Ἀγγέλων τάγματα· οὕτω καὶ νῦν, αὐτοῦ πρεσβεύοντος, εὔφρανον τὰς ψυχὰς ἡμῶν, ῥυσάμενος ἡμᾶς τῆς ἐπικειμένης ἡμῖν πικρᾶς τυραννίας· ὅπως ἂν καὶ ἡμεῖς οἱ ταπεινοί σου οἰκέται εἰρηναίαν ζωὴν ἄγοντες, καὶ τὴν ἐτήσιον μνήμην αὐτοῦ ἐπιτελοῦντες, καταξιωθῶμεν τῷ ἐλέει σου εὐαρεστῆσαί σοι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Κυριακή 18 Οκτωβρίου 2026

ΕΥΧΗ Εἰς τὸν ἅγιο ἀπόστολο καὶ εὐαγγελιστὴ Λουκᾶ


 

Ε Υ Χ Η

Εἰς τὸν ἅγιο ἀπόστολο καὶ εὐαγγελιστὴ Λουκᾶ

(18 Ὀκτωβρίου)


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, οἰκτίρμον καὶ ἐλεῆμον, ὁ τῇ ἐπιλάμψει τοῦ ἁγίου σου Πνεύματος τὴν τοῦ ἁγίου ἀποστόλου Λουκᾶ καρδίαν καταυγάσας καὶ κήρυκα τοῦ Εὐαγγελίου τοῦ μονογενοῦς σου Υἱοῦ τοῦτον ποιήσας· δι’ οὗ πάντα τὰ ἔθνη τῷ τοῦ Λόγου αὐτοῦ ἀγκίστρῳ ὡς ἰχθῦας ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας ζωγρήσας, πρὸς τὸ φῶς τῆς ἀληθείας ἀνήγαγες· οὗ ταῖς πρεσβείαις ῥίζωσον, δεόμεθά σου, ὃν ἔσπειρας δι’ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν θεῖόν σου Λόγον· καὶ στηρίξας ἡμᾶς ἐπὶ τὴν πέτραν τῆς πίστεως, ποίησον, ἵνα τοῖς τοῦ ἁγίου κηρύγματος ὑγιεινοῖς δόγμασι τὰ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν νοσήματα θεραπεύωνται· ὅπως ἑκατέρωθεν εὐεκτοῦντες, εὐσεβῶς σε λατρεύωμεν, καὶ τὴν μνήμην αὐτοῦ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ἐτησίως γεραίροντες, καταξιωθῶμεν τῷ ἐλέει σου τῶν τῆς ἀθανάτου ζωῆς αἰωνίων δωρεῶν ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Τρίτη 6 Οκτωβρίου 2026

ΕΥΧΗ Εἰς τὸν ἅγιο ἀπόστολο Θωμᾶ

 



Ε Υ Χ Η

Εἰς τὸν ἅγιο ἀπόστολο Θωμᾶ

(6 Ὀκτωβρίου)


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, εὔσπλαγχνε καὶ πολυέλεε, ὁ διὰ μείζονα βεβαίωσιν τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν ἀπόστολον Θωμᾶν οἰκονομικῶς συγχωρήσας περὶ αὐτῆς διστάσαι· οὗ ταῖς μεσιτείαις δώρησαι ἡμῖν, δεόμεθά σου, πίστιν βεβαίαν, ἵνα ἀδιστάκτως πιστεύωμεν τὴν τοῦ αὐτοῦ Σωτῆρος ἡμῶν διὰ Πνεύματος ἁγίου ἐκ τῆς ἀειπαρθένου Μαρίας ἀνέκφραστον σάρκωσιν, καὶ τὴν ἄρρητον γέννησιν, τὰ ἐξαίσια θαύματα, καὶ ὑπερφυῆ ἔργα· τὰ ὑπὲρ ἡμῶν φρικτὰ πάθη, καὶ τὸν ἐν σαρκὶ ἐκούσιον θάνατον· τὴν ζωοποιὸν ταφὴν, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν· τήν τε εἰς οὐρανοὺς ἀνάληψιν, καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν· ὅπως ἔργοις ἀγαθοῖς, ζῶσαν τὴν πίστιν ἔχοντες, καὶ τὴν μνήμην αὐτοῦ ἐκουσίως τιμῶντες, καταξιωθῶμεν καὶ νῦν καὶ ἐν τῷ μέλλοντι εὐαρεστῆσαί σοι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Σάββατο 3 Οκτωβρίου 2026

ΕΥΧΗ Εἰς τὸν ἅγιο ἱερομάρτυρα Διονύσιο

 


Ε Υ Χ Η

Εἰς τὸν ἅγιο ἱερομάρτυρα Διονύσιο

(3 Ὀκτωβρίου)


   Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ διὰ τοῦ ἀποστόλου Παύλου τὸ ἀπόρρητον μυστήριον τῆς ἐνσάρκου σου οἰκονομίας τὸν μακάριον Διονύσιον διδάξας, πρὸς τὴν σὴν ἐπίγνωσιν εἵλκυσας, καὶ εἰς τὸ κηρῦξαι τὴν δόξαν τῆς θεότητός σου τοῖς ἔθνεσι, τὸν Ῥουστικὸν καὶ Ἐλευθέριον ἔπεισας συγκοινωνοὺς αὐτῷ γενέσθαι, καὶ διὰ σὲ ὁμοῦ συναθλῆσαι· ὧν ταῖς εὐχαῖς καὶ πρεσβείαις φωτίσας καὶ ἡμᾶς ἐνίσχυσον, ἵνα διὰ τὴν ὄντως ζωήν, ὥσπερ ἐκεῖνοι, τὰ μὲν κοσμικά, ὡς φθαρτὰ καὶ ἐπίκηρα, ἑκουσίως παρορῶμεν, τὰ δὲ οὐράνια, ὡς ἄφθαρτα καὶ αἰώνια, ὁλοψύχως ἐπιθυμῶμεν, καὶ ἐν πίστει καὶ ἀγνείᾳ καθ’ ἑκάστην σε λατρεύοντες, τὴν λογικὴν λατρείαν ἡμῶν, ὡς θυσίαν καθαράν σοι προσφέρωμεν· ἣν προσδεξάμενος, ἀντικατάπεμψον ἡμῖν τὰ ἐλέη σου· ὅπως, ὧν ἀπὸ τοῦ νῦν ἐλπίζομεν, τούτων καταξιωθῶμεν ἐπιτυχεῖν. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Παρασκευή 2 Οκτωβρίου 2026

ΕΥΧΗ Εἰς τὸν ἅγιο ἱερομάρτυρα Κυπριανὸ

 


Ε Υ Χ Η

Εἰς τὸν ἅγιο ἱερομάρτυρα Κυπριανὸ

(2 Ὀκτωβρίου)


   Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν σωτηρίαν τῶν ἀνθρώπων παντοίοις τρόποις κατεργαζόμενος, ὁ τῇ ἀρρήτῳ σου κηδεμονία καὶ τὸν μακάριον Κυπριανὸν οὐ παραβλεψάμενος, ἀλλὰ διὰ τῆς πιστῆς σου δούλης Ἰουστίνης, ἀπὸ τοῦ σκότους τῆς πλάνης, εἰς τὸ φῶς τῆς ἀληθείας καλέσας αὐτὸν ποιμένα καὶ ἐπίσκοπον τῶν λογικῶν σου προβάτων τούτων κατέστησας· μνήσθητι, δεόμεθά σου, ὡς ἀγαθός, καὶ τῆς ἡμετέρας ταπεινότητος, καὶ διὰ πρεσβειῶν αὐτῶν πάσας τὰς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν ἐπιβουλὰς διασκεδάσας, εἰρήνην καὶ ἀσφάλειαν ἡμῖν δώρησαι· καὶ ὥσπερ κατηξίωσας ἡμᾶς τὴν ἐτήσιον μνήμην αὐτῶν ἐπιτελέσαι, οὕτως εὐδόκησον καὶ τὴν πίστιν αὐτῶν παγίαν ἔχειν ἐν ταῖς καρδίαις ἡμῶν, ὅπως τὸν πνευματικὸν καρπὸν ἀπὸ τῶν τοιούτων ἑορτῶν αἰσθανόμενοι, δυνηθῶμεν διὰ τοῦ ἐλέους σου τὸν βίον ἡμῶν εὐσεβῶς περαιῶσαι, καὶ μετὰ ταῦτα τῆς ἀλήκτου ζωῆς ἀπολαῦσαι· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

 

* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Σάββατο 26 Σεπτεμβρίου 2026

ΕΥΧΗ Εἰς τὸν ἅγιο ἀπόστολο καὶ εὐαγγελιστὴ Ἰωάννη


 

Ε Υ Χ Η

Εἰς τὸν ἅγιο ἀπόστολο καὶ εὐαγγελιστὴ Ἰωάννη

(26 Σεπτεμβρίου)


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ διὰ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος Ἰωάννην τὸν ἀπόστολον τὰ τῆς ὑψηλῆς θεολογίας ἀπόρρητα μυστήρια διδάξας, καὶ δι’ αὐτοῦ τοὺς ἐν σκότει ἀπιστίας διάγοντας, πρὸς τὸ φῶς τῆς σῆς θεογνωσίας καὶ πίστεως χειραγωγήσας· οὗ ταῖς εὐπροσδέκτοις πρεσβείαις δώρησαι καὶ ἡμῖν, δεόμεθά σου, χάριν, ἵνα μὴ μόνον ἀκροαταὶ τῶν εὐαγγελικῶν διδαγμάτων ὦμεν, ἀλλὰ καὶ ποιηταὶ αὐτῶν· καὶ ταῖς λαμπραῖς ἀκτῖσι τοῦ θείου σου Λόγου καταυγασθέντες, περιπατῶμεν οὐκ ἐν τῷ σκότει, ἀλλ’ ἐν τῷ φωτὶ τῆς θεογνωσίας, μηδὲ πειθώμεθα ταῖς βεβήλοις κενοφωνίαις, καὶ ἀντιθέσεσι τῆς ψευδωνύμου γνώσεως, ὅπως κατὰ τὸ θέλημά σου ζῶντες, καὶ τὴν σεβάσμιον μνήμην αὐτοῦ ἐτησίως ἐπιτελοῦντες, καταξιωθῶμεν τῷ ἐλέει σου τῆς μακαρίας καὶ ἀϊδίου ζωῆς ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Δευτέρα 14 Σεπτεμβρίου 2026

ΕΥΧΗ Εἰς τὴν Ὕψωση τοῦ Σταυροῦ

 

Ε Υ Χ Η

Εἰς τὴν Ὕψωση τοῦ Σταυροῦ

(14 Σεπτεμβρίου)


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, οἰκτίρμον καὶ ἐλεῆμον, ὁ τὸν ἀγαπητόν σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συγχωρήσας σταυρὸν καὶ θάνατον ὑπὲρ ἡμῶν τῶν κατακρίτων ἑκουσίως καθυπομεῖναι, ἵνα τῷ θανάτῳ αὐτοῦ τὰ τῆς σαρκὸς ἡμῶν πάθη νεκρώσῃ, καὶ τῇ ἀναστάσει αὐτοῦ νεκρωθέντας ἡμᾶς, τῇ παραβάσει τῶν ἐντολῶν σου, ζωοποιήσῃ, καὶ τῇ δυνάμει τοῦ σταυροῦ φωτίσας τοὺς ἐν σκότει πρὸς τὸ φῶς τῆς σῆς ἐπιγνώσεως ἑλκύσῃ. Δίδαξον ἡμᾶς, δεόμεθά σου, ἵνα, καθάπερ βλέπομεν τὸν σταυρὸν ὑψούμενον, οὕτω καὶ αὐτὸν τὸν σταυρωθέντα ἐν αὐτῷ ἐπιγινώσκοντες, πρὸς θεωρίας ὕψωσιν τῆς αὐτοῦ θεότητος ἀναγώμεθα· καὶ ἔργοις ἀγαθοῖς τὸν βίον ἡμῶν κοσμοῦντες, καὶ τὴν φαιδρὰν ἡμέραν ταύτην εὐλαβῶς τιμῶντες, καταξιωθῶμεν τῆς οὐρανῶν βασιλείας καὶ χαρᾶς ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Τρίτη 8 Σεπτεμβρίου 2026

ΕΥΧΗ Εἰς τὴν Γέννηση τῆς Θεοτόκου

 

Ε Υ Χ Η

Εἰς τὴν Γέννηση τῆς Θεοτόκου

(8 Σεπτεμβρίου)


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ τῇ ἀρρήτῳ σου προγνώσει τὴν ὑπερευλογημένην Μαριὰμ ἀπ’ αἰῶνος μὲν προεγνωκώς σε καὶ προορίσας δοχεῖον καθαρώτατον τοῦ μονογενοῦς σου Υἱοῦ γενέσθαι, σήμερον δὲ εὐδοκήσας παραδόξως τεχθῆναι αὐτὴν εἰς ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας· ἧς ταῖς εὐπροσδέκτοις πρεσβείαις δυσωπηθείς, πρόσδεξαι, δεόμεθά σου, τὰς δεήσεις καὶ ὑμνωδίας ἡμῶν, ἃς ἐν τῇ εὐσήμῳ ἡμέρᾳ ταύτῃ ταπεινῶς σοι προσφέρομεν· καὶ δώρησαι ἡμῖν τὴν τῆς ψυχῆς ὑγείαν καὶ τὴν τοῦ σώματος εὐρωστίαν, ἵνα ἐκατέρωθεν εὐεκτοῦντες, ἐν χαρᾷ καὶ ἀγαλλιάσει τὴν πανσεβάσμιον γέννησιν αὐτῆς ἐτησίως πανηγυρίζωμεν, ἔχοντες αὐτὴν παρὰ σοὶ διηνεκῶς ὑπὲρ ἡμῶν πρεσβεύουσαν· ὅπως διὰ τῶν προσκαίρων ἑορτῶν εἰς μνήμην ἀγόμενοι τῶν θαυμασίων σου, καταξιωθῶμεν τῆς αἰωνίου δόξης ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Σάββατο 29 Αυγούστου 2026

ΕΥΧΗ Εἰς τὴν Ἀποτομὴν Ἰωάννου τοῦ Βαπτιστοῦ

 


Ε Υ Χ Η

Εἰς τὴν Ἀποτομὴν Ἰωάννου τοῦ Βαπτιστοῦ

(29 Αὐγούστου)


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, οἰκτίρμον καὶ ἐλεῆμον, ὁ τῇ ἀφάτῳ σου προνοίᾳ τὸν πιστόν σου οἰκέτην Ἰωάννην μείζονα πάντων τῶν Προφητῶν ἀναδείξας· ὥστε τὸν μονογενῆ σου Υἱόν, ὃν μὲν ἐκεῖνοι πόρρωθεν τοῖς νοεροῖς ὀφθαλμοῖς ἐλευσόμενον ἑωρακότες ποικιλοτρόπως προεφήτευσαν, οὗτος δὲ κατηξιώθη παρόντα ἰδεῖν αὐτὸν καὶ βαπτίσαι, οὗ ταῖς πρεσβείαις πρόσδεξαι, δεόμεθά σου, τὰς δεήσεις καὶ ὑμνολογίας, ἃς εὐλαβῶς ἐν τῇ σεβασμίῳ ἡμέρᾳ ταύτῃ προσφέρομέν σοι· καὶ ῥυσάμενος ἡμᾶς ἀπὸ πάσης σκληροκαρδίας καὶ ὠμότητος, δώρησαι ἡμῖν πιστῶς τηρεῖν καὶ ποιεῖν τὰς ἐντολάς σου, ὑπὲρ ὧν ἐκεῖνος τὴν κάραν ἀδίκως ἀπετμήθη· ὅπως εὐσεβῶς πολιτευσάμενοι, καὶ μέχρι τέλους ὑπὲρ τῆς ἀληθείας ἀγωνισάμενοι, συμμέτοχοι τῆς ἡτοιμασμένης αὐτῷ ἐν οὐρανῷ βασιλείας καταξιωθῶμεν εὑρεθῆναι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

 

* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Σάββατο 15 Αυγούστου 2026

ΕΥΧΗ Εἰς τὴν σεβάσμιον Κοίμησιν τῆς Θεοτόκου

 


Ε Υ Χ Η

Εἰς τὴν σεβάσμιον Κοίμησιν τῆς Θεοτόκου

(15 Αὐγούστου)


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἄναρχε καὶ ἀτελεύτητε, ὁ διὰ σπλάγχνα ἐλέους σου εὐδοκήσας ἐκλέξαι, ἁγιάσαι τε καὶ ἄξιον κατοικητήριον τοῦ ἀγαπητοῦ σου Υἱοῦ ἀναδεῖξαι τὴν ἀειπάρθενον Μαριάμ· ὥστε διὰ τῆς τοῦ ἁγίου Πνεύματος ἐπελεύσεως ἐξ αὐτῆς σαρκωθῆναι αὐτὸν καὶ γεννηθῆναι διὰ τὴν ἡμῶν σωτηρίαν· παράσχου ἡμῖν, δεόμεθά σου, ὑγείαν διηνεκῆ νοός τε καὶ σώματος, ἵνα εὐσεβῶς καὶ εὐθύμως τὴν πανσεβάσμιον κοίμησιν αὐτῆς ἐτησίως ἑορτάζοντες καὶ ἐν ὕμνοις τιμῶντες, σὲ λατρεύωμεν καὶ προσκυνῶμεν· ὅπως ταῖς εὐπροσδέκτοις πρεσβείαις αὐτῆς, ἀπὸ τῆς ἐνεστώσης ἀθυμίας ἡμῶν ῥυσθέντες, τῆς ἀλήκτου χαρᾶς καὶ ἀνεκφράστου ἀγαλλιάσεως μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡμῶν, καταξιωθῶμεν τῷ ἐλέει σου ἀπολαῦσαι, καὶ σὺν αὐτῇ εἶναι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Πέμπτη 6 Αυγούστου 2026

ΕΥΧΗ Εἰς τὴν Μεταμόρφωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

 


Ε Υ Χ Η

Εἰς τὴν Μεταμόρφωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

(6 Αὐγούστου)


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἄτρεπτε καὶ ἀναλλοίωτε, ὁ εὐδοκήσας διὰ τῆς ἐνδόξου καὶ φρικτῆς μεταμορφώσεως τοῦ ἀγαπητοῦ σου Υἱοῦ, τὸ πρὸ αἰώνων κεκαλυμμένον μυστήριον τῆς σωτηρίας ἡμῶν ἐπ’ ἐσχάτων φανερῶσαι, καὶ διὰ τῆς ἐκ νεφέλης γενομένης οὐρανόθεν φωνῆς σου, τὰ τῶν Προφητῶν προκηρυχθέντα, καὶ τὴν πρός σε τελείαν υἱοθεσίαν καὶ οἰκειότητα ἡμῖν βεβαιῶσαι· πρόσδεξαι, δεόμεθά σου, τὰς εὐχαριστηρίους ταύτας καὶ ἱκετηρίους ἡμῶν ἐντεύξεις, καὶ ταῖς ἀκτῖσι τῆς ὑπερφώτου λαμπρότητός σου τὴν τῶν ἡμετέρων ψυχῶν ἀμαυρότητα φωτίσας, καὶ τὰς κηλῖδας τῶν ἁμαρτιῶν ἡμῶν ῥαντισμῷ τοῦ ἐλέους σου ἀποσμήξας, καθαροὺς λατρευτάς σου ἀνάδειξον ἡμᾶς· ὅπως κεκαθαρμένοι ψυχῇ τε καὶ σώματι, τὴν πανίερον ταύτην ἑορτὴν ἐπιτελοῦντες, καταξιωθῶμεν τῆς ἀϊδίου δόξης ἐπιτυχεῖν. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Τρίτη 30 Ιουνίου 2026

ΕΥΧΗ Εἰς τοὺς δώδεκα Ἀποστόλους

 

Ε Υ Χ Η

Εἰς τοὺς δώδεκα Ἀποστόλους

(30 Ἰουνίου)

 

   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, οἰκτίρμον καὶ ἐλεῆμον, ὁ τῇ τῶν δώδεκα Ἀποστόλων διδαχῇ τὴν πληθὺν τῶν πεπλανημένων ἐθνῶν πρὸς τὴν σὴν ἐπίγνωσιν προσκαλέσας, τοῖς δὲ παραδόξοις σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσιν ἐπὶ τὴν πέτραν τῆς ἐν Χριστῷ πίστεως ἑδράσας, ἵλεως χάρισαι ἡμῖν, δεόμεθά σου, ἵνα πάντοτε ἀξίως περιπατῶμεν τῆς κλήσεως ἧς ἐκλήθημεν· καὶ μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας τοῦ τὴν κακίαν τεκταίνοντος, ἀλλὰ κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ τε καὶ βεβαίαν, καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων· ὅπως ταῖς πρεσβείαις αὐτῶν εὐσεβῶς τὸν βίον ἡμῶν περαιώσαντες, καταξιωθῶμεν ἐν τῇ τρυφῇ τοῦ παραδείσου τῆς ἀλήκτου χαρᾶς ἐπιτυχεῖν. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Δευτέρα 29 Ιουνίου 2026

ΕΥΧΗ Εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον

 


Ε Υ Χ Η

Εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον

(29 Ἰουνίου)

 

   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, εὔσπλαγχνε καὶ πολυέλεε, ὁ τὴν παροῦσαν ἡμέραν τῷ ἐνδόξῳ μαρτυρίῳ τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου εὐδοκήσας καθιερῶσαι, καὶ τιμίαν πᾶσι τοῖς πιστοῖς ποιῆσαι· μὴ ἐάσῃς ἡμᾶς, δεόμεθά σου, οὓς κατηξίωσας τὴν παναοίδιμον μνήμην αὐτῶν ἐτησίως πανηγυρίσαι, περιπεσεῖν εἰς πειρασμόν, μηδὲ πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ ταῖς εὐπροσδέκτοις πρεσβείαις αὐτῶν συντήρησον ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν· καὶ καθάπερ ἐκεῖνοι ἀληθῶς σὲ ἀγαπήσαντες, εἰς τὴν οἰκουμένην ἐκήρυξαν, καὶ τῆς ζωῆς αὐτῶν οὐκ ἐφείσαντο, ὑπὲρ τοῦ φυλάξαι μέχρι τέλους τὴν καλὴν ὁμολογίαν· οὕτω χάρισαι καὶ ἡμῖν τὴν πρὸς σὲ βεβαίαν πίστιν, καὶ τὴν πρὸς τὸν πλησίον ἀκίβδηλον ἀγάπην· ὅπως, σοῦ ἐλεοῦντος, τῆς μακαριότητος αὐτῶν καταξιωθῶμεν ἐν οὐρανῷ ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Τετάρτη 24 Ιουνίου 2026

ΕΥΧΗ Εἰς τὴν Γέννηση τοῦ ἁγίου Ἰωάννου τοῦ Βαπτιστοῦ

 

Ε Υ Χ Η

Εἰς τὴν Γέννηση τοῦ ἁγίου Ἰωάννου τοῦ Βαπτιστοῦ

(24 Ἰουνίου)

 

   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἀκατάληπτε καὶ ἀνεξιχνίαστε, ὁ τῇ ἀρρήτῳ σου προμηθείᾳ εὐδοκήσας τὸν ἐκλεκτὸν σου δοῦλον Ἰωάννην θαυμαστῶς συλληφθῆναί τε καὶ γεννηθῆναι, εἰς τὸ ἑτοιμάσαι τὴν ὁδὸν τοῦ Χριστοῦ σου· οὗ ταῖς εὐπροσδέκτοις ὑπὲρ ἡμῶν πρεσβείαις, χάρισαι ἡμῖν, δεόμεθά σου, ἵνα, κατὰ τὸ κήρυγμα αὐτοῦ ἀληθῶς μετανοήσαντες, τὴν ἁγίαν ζωὴν αὐτοῦ μιμηθῶμεν, καὶ ὑπὲρ τῆς ἀληθείας τοῦ ὑπ’ αὐτοῦ κηρυχθέντος καὶ βαπτισθέντος Σωτῆρος ἡμῶν εὐθύμως πάντα ὑπομένωμεν· ὅπως εὐσεβῶς ζῶντες, καὶ τὴν μνήμην τῆς ἐνδόξου καὶ χαροποιοῦ γεννήσεως αὐτοῦ ἐτησίως πανηγυρίζοντες, καταξιωθῶμεν τῷ ἐλέει σου, μετὰ τὴν ἀποβίωσιν ἡμῶν, τῆς πνευματικῆς ἐκείνης καὶ ἀλήκτου χαρᾶς ἐν τῇ ἡμέρᾳ τῆς δικαίας ἀνταποδόσεως σὺν αὐτῷ ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Πέμπτη 14 Μαΐου 2026

ΕΥΧΗ Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.

 


Ε Υ Χ Η

Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.

Ποίημα ἁγίου Δημητρίου, Μητροπολίτου Ροστώφ, ἣν ἔλεγε καθ’ ἑκάστην.


   Ὑπεραγία Θεοτόκε Παρθένε, σκέπε με καὶ διαφύλαττε τὸν δοῦλόν σου ἀπὸ παντὸς κακοῦ ψυχῆς τε καὶ σώματος καὶ ἀπὸ παντὸς ἐχθροῦ ὁρατοῦ καὶ ἀοράτου· χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν· χαῖρε καὶ εὐφραίνου Θεοτόκε Παρθένε, καὶ πρέσβευε ὑπὲρ τοῦ δούλου σου. Κυρία καὶ Δέσποινα τῶν Ἀγγέλων καὶ Μήτηρ τῶν χριστιανῶν, βοήθησόν μοι τῷ δούλῳ σου· ὦ Μαρία παναμώμητε· χαῖρε νύμφη ἀνύμφευτε· χαῖρε ἡ χαρὰ τῶν θλιβομένων καὶ ἡ παραμυθία τῶν λυπουμένων· χαῖρε ἡ τροφὴ τῶν πεινώντων καὶ ὁ λιμὴν τῶν χειμαζομένων· χαῖρε τῶν ἁγίων ἁγιωτέρα καὶ πάσης κτίσεως τιμιωτέρα· χαῖρε τοῦ Πατρὸς τὸ ἁγίασμα, τοῦ Υἱοῦ τὸ σκήνωμα καὶ τοῦ ἁγίου Πνεύματος τὸ ἐπισκίασμα· χαῖρε τοῦ πάντων Βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τὸ τερπνὸν παλάτιον· χαῖρε ἡ Μήτηρ τῶν ὀρφανῶν καὶ ἡ βακτηρία τῶν τυφλῶν· χαῖρε τὸ καύχημα τῶν χριστιανῶν καὶ τῶν προσκαλουμένων σε ὁ ἕτοιμος βοηθός.

Πέμπτη 23 Απριλίου 2026

ΕΥΧΗ Εἰς τὸν ἅγιο μεγαλομάρτυρα Γεώργιο


 

Ε Υ Χ Η

Εἰς τὸν ἅγιο μεγαλομάρτυρα Γεώργιο
(23 Ἀπ
ριλίου)

 

   Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, οἰκτίρμον καὶ ἐλεῆμον, ὁ ἀγαγὼν ἡμᾶς εἰς τὴν παροῦσαν ἡμέραν, ἐν ᾗ ὁ ἅγιος μάρτυς σου Γεώργιος μετὰ πολλῶν βασάνων τὸ ἴδιον αἷμα διὰ σὲ ἐκκενώσας, τὸν μαρτυρικὸν θάνατον ὑπέστη· οὗ ταῖς μεσιτείαις ῥῦσαι ἡμᾶς, δεόμεθά σου, ἀπὸ πάσης ἀνάγκης καὶ περιστάσεως, καὶ καταξίωσον, ἵνα καθάπερ ἐκεῖνος τῇ δυνάμει σου τὰς τῶν τυράννων παρατάξεις καθελών, καὶ τὰς ἀπειλὰς αὐτῶν βαστάσας, τῷ τῆς νίκης στεφάνῳ κατεκοσμήθη, οὕτω καὶ ἡμεῖς, τῷ θώρακι τῆς πίστεως συμφραξάμενοι, πάντοτε ταῖς ἐναντίαις δυνάμεσιν ἀνάλωτοι ὦμεν· ὅπως τὰ σοὶ εὐάρεστα ποιοῦντες, καὶ τὴν μνήμην αὐτοῦ ἐτησίως πανηγυρίζοντες, καταξιωθῶμεν τῷ ἐλέει σου τέλους ἀγαθοῦ τοῦ βίου ἡμῶν ἐπιτυχεῖν, καὶ τῆς ἀθανάτου ζωῆς ὕστερον ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς
ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Κυριακή 12 Απριλίου 2026

ΕΥΧΗ Τῇ Κυριακῇ τοῦ ἁγίου Πάσχα ἑσπέρας


 

Ε Υ Χ Η

Τῇ Κυριακῇ τοῦ ἁγίου Πάσχα ἑσπέρας

 

   Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, οἰκτίρμον καὶ ἐλεῆμον, ὁ ὑπὲρ ἡμῶν ἑκουσίως σαρκὶ παθὼν καὶ ἀποθανών, ἐν δὲ τῇ παρούσῃ ἡμέρᾳ αὐτεξουσίως ἀναστὰς ἐκ νεκρῶν, καὶ ταύτην ἐγκαινίσας, πασίδηλον ἐποίησας τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ μάλιστα πιστοῖς. Ἵλεως πάρεσο, δεόμεθά σου, ἐν μέσῳ ἡμῶν, ὡς πάλαι παρεγένου ἐν μέσῳ τῶν Μαθητῶν σου, καὶ τὴν εἰρήνην, ἐν τῇ ὁρατῇ σου παρουσίᾳ δέδωκας αὐτοῖς, ταύτην καὶ νῦν, διὰ τῆς ἀοράτου ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος δώρησαι καὶ ἡμῖν, ἥτις ἐστὶ διδάσκαλος εὐσεβείας καὶ ἀγαθῶν ἔργων· καὶ καταξίωσον ἡμᾶς ἀπὸ τοῦ θανάτου τῶν ἁμαρτιῶν ἡμῶν ἐγερθέντας, ἐν καινότητι ζωῆς περιπατῆσαι‧ ἵνα ἐν τῇ ἀναστάσει ἐκείνῃ τῆς ἐσχάτης ἡμέρας, ὅταν σὺ φανερωθῇς ἡμῖν ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς φανερωθῶμέν σοι ἐν δόξῃ, καὶ οὕτω πάντοτε σὺν σοὶ ἐσόμεθα. Ὅτι σὺ εἶ ἡ ἐλπὶς ἡμῶν, ἡ ζωὴ καὶ ἡ ἀνάστασις, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ συμφυεῖ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Δευτέρα 2 Φεβρουαρίου 2026

ΕΥΧΗ Εἰς τὴν Ὑπαπαντὴ τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ


 

Ε Υ Χ Η

Εἰς τὴν Ὑπαπαντὴ τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ

(2 Φεβρουαρίου)

 

   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς τῇ σῇ εὐδοκίᾳ καὶ τῇ τοῦ ἁγίου Πνεύματος συνεργείᾳ ὑπὲρ τῆς ἡμῶν σωτηρίας καταδεξάμενος ἀτρέπτως καὶ ἀναλλοιώτως ἐνανθρωπῆσαι, καὶ σήμερον ἐν τῷ ναῷ κατὰ τὸν νόμον ὑπὸ τῆς ἀχράντου Μητρὸς αὐτοῦ, ὡς βρέφος τεσσαρακονθήμερον παρασταθῆναι. Ἐπάκουσον, δεόμεθά σου, τῆς δεήσεως ἡμῶν, καὶ τῇ ἐπιλάμψει τοῦ ἀπροσίτου σου φωτὸς τὸ σκότος τῶν ἡμετέρων ἁμαρτιῶν διάλυσον, ἵνα φωτισθέντες ταῖς διανοίαις, νοερῶς κατοπτριζώμεθα τὸ ἑνιαῖον τῆς τρισυποστάτου θεότητος· καὶ καθ’ ἑκάστην σπεύδωμεν τὰ σοὶ εὐάρεστα ποιεῖν, καὶ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἑαυτοὺς καθαροὺς διατηρεῖν, ὅπως τὴν πανιερωτάτην ἡμέραν ταύτην ἐτησίως ἑορτάζοντες, καταξιωθῶμεν εἰς τὴν μακαρίαν κατάπαυσιν ἐλθεῖν. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 * ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.