Τρίτη 30 Ιουνίου 2026

ΕΥΧΗ Εἰς τοὺς δώδεκα Ἀποστόλους

 

Ε Υ Χ Η

Εἰς τοὺς δώδεκα Ἀποστόλους

(30 Ἰουνίου)

 

   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, οἰκτίρμον καὶ ἐλεῆμον, ὁ τῇ τῶν δώδεκα Ἀποστόλων διδαχῇ τὴν πληθὺν τῶν πεπλανημένων ἐθνῶν πρὸς τὴν σὴν ἐπίγνωσιν προσκαλέσας, τοῖς δὲ παραδόξοις σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσιν ἐπὶ τὴν πέτραν τῆς ἐν Χριστῷ πίστεως ἑδράσας, ἵλεως χάρισαι ἡμῖν, δεόμεθά σου, ἵνα πάντοτε ἀξίως περιπατῶμεν τῆς κλήσεως ἧς ἐκλήθημεν· καὶ μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας τοῦ τὴν κακίαν τεκταίνοντος, ἀλλὰ κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ τε καὶ βεβαίαν, καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων· ὅπως ταῖς πρεσβείαις αὐτῶν εὐσεβῶς τὸν βίον ἡμῶν περαιώσαντες, καταξιωθῶμεν ἐν τῇ τρυφῇ τοῦ παραδείσου τῆς ἀλήκτου χαρᾶς ἐπιτυχεῖν. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.