Εἰς τὸν ἅγιο Ἰωάννη τὸν Χρυσόστομο
(13 Νοεμβρίου)
Κύριε Ἰησοῦ Χριστὲ ὁ
Θεὸς ἡμῶν, ποιμὴν ἀγαθὲ καὶ διδάσκαλε τῆς ἀθανάτου ζωῆς, ὁ διὰ τῆς φωτιστικῆς χάριτος τοῦ ἁγίου σου
Πνεύματος τὸν ἐκλεκτόν σου δοῦλον Ἰωάννην φωτίσας, καὶ λόγου σοφίας καὶ
συνέσεως ἐμπλήσας, ποιμένα καὶ διδάσκαλον τῆς λογικῆς σου ποίμνης κατέστησας· οὐ
ταῖς εὐπροσδέκτοις πρεσβείαις πρόσδεξαι, δεόμεθά σου, τὰς ἱκεσίας ἡμῶν, ἃς ἐν τῇ
ἡμέρᾳ ταύτῃ τῆς σεβασμίου κοιμήσεως αὐτοῦ ταπεινῶς προσφέρομεν τῇ σῇ μεγαλειότητι·
καὶ καθαρίσας διὰ τῶν εὐαγγελικῶν διδαγμάτων τὰς κεχερσωμένας ψυχὰς ἡμῶν, τῇ
δρόσῳ τῆς οὐρανίου χάριτός σου καρποφόροις ἀρεταῖς ταύτας ἀνάδειξον, καὶ
χάρισαι ἡμῖν, ἵνα δυνηθῶμεν, καθάπερ τὴν μνήμην αὐτοῦ ἐτησίως ἐπιτελοῦντες, οὕτω
καὶ τὴν ἐνάρετον πολιτείαν αὐτοῦ μιμησώμεθα· ὅπως τοῖς καλοῖς παραδείγμασιν αὐτοῦ ἑπόμενοι, καταξιωθῶμεν εὐαρεστῆσαί σοι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.








