Ε Υ Χ Η
Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.
Ἥν, ὡς λέγουσι τινές, ηὔχετο ὁ μέγας τῆς
Θεσσαλονίκης Γρηγόριος ὁ Παλαμᾶς, ὡς ἐν τῷ βίῳ τούτῳ
ὁρᾶται.*
Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μὲν οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ τὸν οὕτω πανάσωτον, εἰκόνα καθορᾶν σου τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθαρὰ καὶ ἀμόλυντα, ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν, καὶ χείλεσιν ἀκαθάρτοις καὶ βεβήλοις περιπτύσσεσθαι ἢ παρακαλεῖν. Δίκαιον γάρ ἐστιν ἐμὲ τὸν ἄσωτον, μισεῖσθαι καὶ στυγεῖσθαι ὑπὸ τῆς σῆς καθαρότητος. Πλὴν ἐπειδή περ γέγονεν ὁ Θεός, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, θαρρῶν κἀγὼ προσέρχομαί σοι μετὰ δακρύων δεόμενος.