Εμφάνιση αναρτήσεων με ετικέτα ΕΚΚΛΗΣΙΑΣΤΙΚΟΙ ΥΜΝΟΙ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΕΚΚΛΗΣΙΑΣΤΙΚΟΙ ΥΜΝΟΙ. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 18 Ιουνίου 2023

Ἐκ τῆς Ἀσματικῆς Ἀκολουθίας τῶν Ὁσίων Ἀθωνιτῶν Πατέρων




Κυριακὴ Β΄ Ματθαίου

τῶν Ὁσίων Ἀθωνιτῶν Πατέρων


Ἐκ τῆς Ἀσματικῆς Ἀκολουθίας τῶν Ὁσίων:

Δοξαστικὸν Λιτῆς. Ἦχος δ΄.

 

   Τὴν ἐτήσιον μνήμην σήμερον τῶν ἐν τῷ Ἄθῳ Πατέρων ὁ μελισσὼν τῶν τοῦ Ἄθῳ Μοναστῶν μακαρίσωμεν.

   Οὗτοι γὰρ ὡς ἀληθῶς διὰ πάντων τῶν μακαρισμῶν τοῦ Κυρίου διῆλθον·

   πτωχεύσαντες γὰρ τῷ πνεύματι, ἐπλουτίσθησαν·

   καὶ πραϋνθέντες, τὴν γῆν τῶν πρᾳέων ἐκληρονόμησαν·

   πενθήσαντες, παρεκλήθησαν·

   πεινάσαντες τὴν δικαιοσύνην, ἐχορτάσθησαν·

   ἐλεήσαντες, ἠλεήθησαν·

   καθαροὶ γενόμενοι τῇ καρδίᾳ, τὸν Θεὸν ὡς δυνατὸν ἐθεώρησαν·

   εἰρηνοποιήσαντες, θείας ἠξιώθησαν υἱοθεσίας.

   Διωχθέντες δὲ καὶ βασανισθέντες, ὑπὲρ δικαιοσύνης καὶ εὐσεβείας, ἐν οὐρανοῖς νῦν ἀγαλλιῶνται καὶ χαίρουσι, καὶ ἐκτενῶς πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


Ταῖς Αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κυριακή 12 Μαρτίου 2023

«Μὴ ἀποστρέψῃς…»




«Μὴ ἀποστρέψῃς…»

 

Τὸ μέγα Προκείμενον τῶν Κατανυκτικῶν Ἑσπερινῶν τῆς ἁγίας καὶ μεγάλης Τεσσαρακοστῆς,

ἦχος πλ. δ΄ – (μέλος Πέτρου Λαμπαδαρίου).

Ψάλλουν:

Ὁ Ἄρχων Πρωτοψάλτης

τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Παναγιώτης Νεοχωρίτης

καὶ

Ὁ Ἄρχων Λαμπαδάριος

τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Στυλιανὸς Φλοῖκος

 

Κυριακή 5 Μαρτίου 2023

«Ἔδωκας κληρονομίαν…»




«Ἔδωκας κληρονομίαν…»


Τὸ μέγα Προκείμενον τῶν Κατανυκτικῶν Ἑσπερινῶν τῆς ἁγίας καὶ μεγάλης Τεσσαρακοστῆς,

ἦχος πλ. δ΄ – (μέλος Πέτρου Λαμπαδαρίου).

Ψάλλουν:

Ὁ Ἄρχων Πρωτοψάλτης

τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Παναγιώτης Νεοχωρίτης

καὶ

Ὁ Ἄρχων Λαμπαδάριος

τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Στυλιανὸς Φλοῖκος

 

Κυριακή 26 Φεβρουαρίου 2023

«Μὴ ἀποστρέψῃς…»




«Μὴ ἀποστρέψῃς…»


Τὸ μέγα Προκείμενον τῶν Κατανυκτικῶν Ἑσπερινῶν τῆς ἁγίας καὶ μεγάλης Τεσσαρακοστῆς,

ἦχος πλ. δ΄ – (μέλος Πέτρου Λαμπαδαρίου).

Ψάλλει:

Ὁ ἀείμνηστος Ἄρχων Πρωτοψάλτης

τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Θρασύβουλος Στανίτσας.

 

Παρασκευή 17 Ιουνίου 2022

Ὕμνοι τῆς Πεντηκοστῆς (6)




Ὕμνοι τῆς Πεντηκοστῆς (6)

 

Ἀπολυτίκιον Πεντηκοστῆς «Εὐλογητὸς εἶ, Χριστέ…»

Ψάλλει:

Ὁ ἀείμνηστος Ἄρχων Πρωτοψάλτης

τῆς Ἱερᾶς Ἀρχιεπισκοπῆς Κωνσταντινουπόλεως

Χρύσανθος Θεοδοσόπουλος.

 

Πέμπτη 16 Ιουνίου 2022

Ὕμνοι τῆς Πεντηκοστῆς (5)




Ὕμνοι τῆς Πεντηκοστῆς (5)

 

Κοινωνικὸν Πεντηκοστῆς «Τὸ πνεῦμά σου τὸ ἀγαθόν…»,

ἦχος α΄ – (μέλος Πέτρου Βυζαντίου).

Ψάλλει:

Ὁ Ἄρχων Πρωτοψάλτης

τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Παναγιώτης Νεοχωρίτης

καὶ μαθητές του.

 

Τετάρτη 15 Ιουνίου 2022

Ὕμνοι τῆς Πεντηκοστῆς (4)




Ὕμνοι τῆς Πεντηκοστῆς (4)

 

«Βασιλεῦ οὐράνιε…»

Ψάλλει:

Ὁ Ἄρχων Πρωτοψάλτης

τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Παναγιώτης Νεοχωρίτης.

 

Τρίτη 14 Ιουνίου 2022

Ὕμνοι τῆς Πεντηκοστῆς (3)




Ὕμνοι τῆς Πεντηκοστῆς (3)

 

Αἴνοι Κυριακῆς τῆς Πεντηκοστῆς

Ψάλλει:

Ὁ ἀείμνηστος Ἄρχων Πρωτοψάλτης

τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Θρασύβουλος Στανίτσας.

  

Δευτέρα 13 Ιουνίου 2022

Ὕμνοι τῆς Πεντηκοστῆς (2)




Ὕμνοι τῆς Πεντηκοστῆς (2)

 

«Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ Ἅγιον…»

Ψάλλει:

Ὁ Πρωτοψάλτης

Ἰωάννης Χασανίδης.

 

Κυριακή 12 Ιουνίου 2022

Ὕμνοι τῆς Πεντηκοστῆς



Ὕμνοι τῆς Πεντηκοστῆς

 

«Κύριε ἐκέκραξα…» καὶ «Πεντηκοστὴν ἑορτάζομεν…»

Ψάλλει:

Ὁ ἀείμνηστος Ἄρχων Πρωτοψάλτης

τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Κωνσταντῖνος Πρίγγος.

 

Παρασκευή 22 Απριλίου 2022

Ἐγκώμια Ἐπιταφίου Θρήνου

 

Ἐγκώμια Ἐπιταφίου Θρήνου

«Ἡ ζωὴ ἐν τάφῳ…», «Ἄξιόν ἐστι…», «Αἱ γενεαὶ πᾶσαι…»

 


 



«Σὲ τὸν ἀναβαλλόμενον…»




«Σὲ τὸν ἀναβαλλόμενον…»

(ΜΕΤΑ ΕΡΜΗΝΕΙΑΣ)


Τοῦ μακαριστοῦ

Ἀρχιμ. Ἐπιφανίου Ἰ. Θεοδωροπούλου*


Δόξα Πατρί… Καὶ νῦν…
Ἦχος πλ. α΄.

   Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ’ ἰδοὺ νῦν βλέπω σε, δι’ ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον· πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποῖα ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου, σὺν τῇ Ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι.


Ἑρμηνεία:

Πέμπτη 21 Απριλίου 2022

«Τὸν Λῃστὴν αὐθημερόν…»




«Τὸν Λῃστὴν αὐθημερόν…»

(ΜΕΤΑ ΕΡΜΗΝΕΙΑΣ)


Τοῦ μακαριστοῦ

Ἀρχιμ. Ἐπιφανίου Ἰ. Θεοδωροπούλου*


Ἐξαποστειλάριον. Ἦχος γ΄.

   Τὸν Λῃστὴν αὐθημερόν, τοῦ Παραδείσου ἠξίωσας Κύριε, κᾀμὲ τῷ ξύλῳ τοῦ Σταυροῦ, φώτισον καὶ σῶσόν με.


Ἑρμηνεία:

   Τὸν λῃστή, Κύριε, τὸν ἀξίωσες νὰ εἰσέλθει στὸν Παράδεισο τὴν ἴδια ἡμέρα ποὺ μετανόησε (καὶ Σὲ ἀναγνώρισε Βασιλέα)· καὶ ἐμένα, Κύριε, φώτισέ με μὲ τὸ ξύλο τοῦ Σταυροῦ καὶ σῶσέ με.


* Ἀπὸ τὸ βιβλίο: «Η ΜΕΓΑΛΗ ΕΒΔΟΜΑΣ μετὰ ἑρμηνείας», Ε΄ ἔκδοση τῆς Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, Ἀθῆναι 1988, σελ. 354, 355. (Μικρὲς φραστικὲς παρεμβάσεις καὶ ἐπιμέλεια, ὑπὸ ἱερομ. Ν.)

«Σήμερον κρεμᾶται ἐπὶ ξύλου…»




«Σήμερον κρεμᾶται ἐπὶ ξύλου…»

(ΜΕΤΑ ΕΡΜΗΝΕΙΑΣ)


Τοῦ μακαριστοῦ

Ἀρχιμ. Ἐπιφανίου Ἰ. Θεοδωροπούλου*


Ἀντίφωνον ΙΕ΄. Ἦχος πλ. β΄. 

   Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας (τρίς). Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ. Ἥλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ (τρίς). Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.


Ἑρμηνεία:

«Ποῖός σε τρόπος Ἰούδα, προδότην τοῦ Σωτῆρος εἰργάσατο;…»




«Ποῖός σε τρόπος Ἰούδα, προδότην τοῦ Σωτῆρος εἰργάσατο;…»

(ΜΕΤΑ ΕΡΜΗΝΕΙΑΣ)


Τοῦ μακαριστοῦ

Ἀρχιμ. Ἐπιφανίου Ἰ. Θεοδωροπούλου*


Κάθισμα. Ἦχος βαρύς.

   Ποῖός σε τρόπος Ἰούδα, προδότην τοῦ Σωτῆρος εἰργάσατο; μὴ τοῦ χοροῦ σε τῶν Ἀποστόλων ἐχώρισε; μὴ τοῦ χαρίσματος τῶν ἰαμάτων ἐστέρησε; μὴ συνδειπνήσας ἐκείνοις, σὲ τῆς τραπέζης ἀπώσατο; μὴ τῶν ἄλλων νίψας τοὺς πόδας, τοὺς σοὺς ὑπερεῖδεν; ὢ πόσων ἀγαθῶν, ἀμνήμων ἐγένου! καὶ σοῦ μὲν ἡ ἀχάριστος, στηλιτεύεται γνώμη, αὐτοῦ δὲ ἡ ἀνείκαστος, μακροθυμία κηρύττεται, καὶ τὸ μέγα ἔλεος.


Ἑρμηνεία:

«Τοῦ Δείπνου σου τοῦ μυστικοῦ…»




«Τοῦ Δείπνου σου τοῦ μυστικοῦ…»

(ΜΕΤΑ ΕΡΜΗΝΕΙΑΣ)


Τοῦ μακαριστοῦ

Ἀρχιμ. Ἐπιφανίου Ἰ. Θεοδωροπούλου*


Τροπάριον. 

   Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας. Ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.


Ἑρμηνεία:

Τετάρτη 20 Απριλίου 2022

«Σήμερον τὸ κατὰ τοῦ Χριστοῦ πονηρὸν συνήχθη συνέδριον…»




«Σήμερον τὸ κατὰ τοῦ Χριστοῦ πονηρὸν συνήχθη συνέδριον…»

(ΜΕΤΑ ΕΡΜΗΝΕΙΑΣ)


Τοῦ μακαριστοῦ

Ἀρχιμ. Ἐπιφανίου Ἰ. Θεοδωροπούλου*


Ἀπόστιχο Ἰδιόμελο.

Ἦχος πλ. δ΄.

   Σήμερον τὸ κατὰ τοῦ Χριστοῦ πονηρὸν συνήχθη συνέδριον, καὶ κατ’ αὐτοῦ κενὰ ἐβουλεύσατο, παραδοῦναι Πιλάτῳ εἰς θάνατον τὸν ἀνεύθυνον. Σήμερον τὴν τῶν χρημάτων ἀγχόνην, Ἰούδας ἑαυτῷ περιτίθησι, καὶ στερεῖται κατ’ ἄμφω, ζωῆς προσκαίρου καὶ θείας. Σήμερον Καϊάφας, ἄκων προφητεύει. Συμφέρει λέγων, ὑπὲρ τοῦ λαοῦ ἕνα ἀπολέσθαι· ἦλθε γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τοῦ παθεῖν, ἵνα ἡμᾶς ἐλευθερώσῃ, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.


Ἑρμηνεία:

«Ὅτε οἱ ἔνδοξοι Μαθηταί…»




«Ὅτε οἱ ἔνδοξοι Μαθηταί…»

(ΜΕΤΑ ΕΡΜΗΝΕΙΑΣ)


Τοῦ μακαριστοῦ

Ἀρχιμ. Ἐπιφανίου Ἰ. Θεοδωροπούλου*


Τροπάριον. Ἦχος πλ. δ΄.

   τε οἱ ἔνδοξοι μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, φεῦγε ἀκόρεστον ψυχὴν τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι.


Ἑρμηνεία:

Τρίτη 19 Απριλίου 2022

«Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή…»




«Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή…»

(ΜΕΤΑ ΕΡΜΗΝΕΙΑΣ)


Τοῦ μακαριστοῦ

Ἀρχιμ. Ἐπιφανίου Ἰ. Θεοδωροπούλου*


Δόξα Πατρί… Καὶ νῦν…
Ἦχος πλ. δ΄.

(Ποίημα Κασσιανῆς Μοναχῆς)

   Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή, τὴν σὴν αἰσθομένη Θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν, ὀδυρομένη μύρα σοι, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει. Οἴμοι! λέγουσα, ὅτι νύξ μοι, ὑπάρχει, οἶστρος ἀκολασίας, ζοφώδης τε καὶ ἀσέληνος, ἔρως τῆς ἁμαρτίας. Δέξαι μου τὰς πηγὰς τῶν δακρύων, ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ· κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας, ὁ κλίνας τοὺς οὐρανούς, τῇ ἀφάτῳ σου κενώσει· καταφιλήσω τοὺς ἀχράντους σου πόδας, ἀποσμήξω τούτους δὲ πάλιν, τοῖς τῆς κεφαλῆς μου βοστρύχοις, ὧν ἐν τῷ παραδείσῳ Εὔα τὸ δειλινόν, κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη. Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους, τίς ἐξιχνιάσει ψυχοσῶστα Σωτήρ μου; Μή με τὴν σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.


Ἑρμηνεία:

«Σὲ τὸν τῆς Παρθένου Υἱόν…»




«Σὲ τὸν τῆς Παρθένου Υἱόν…»

(ΜΕΤΑ ΕΡΜΗΝΕΙΑΣ)


Τοῦ μακαριστοῦ

Ἀρχιμ. Ἐπιφανίου Ἰ. Θεοδωροπούλου*


Στιχηρὸ Ἰδιόμελο Αἴνων.

Ἦχος α΄.

   Σὲ τὸν τῆς Παρθένου Υἱόν, πόρνη ἐπιγνοῦσα Θεὸν ἔλεγεν, ἐν κλαυθμῷ δυσωποῦσα, ὡς δακρύων ἄξια πράξασα. Διάλυσον τὸ χρέος, ὡς κἀγὼ τοὺς πλοκάμους· ἀγάπησον φιλοῦσαν, τὴν δικαίως μισουμένην, καὶ πλησίον τελωνῶν σε κηρύξω, Εὐεργέτα φιλάνθρωπε.


Ἑρμηνεία: