Εἰς τοὺς ἁγίους ἀναργύρους Κοσμᾶ καὶ Δαμιανὸ
(1 Νοεμβρίου)
Κύριε Ἰησοῦ Χριστὲ ὁ
Θεὸς ἡμῶν, ὁ εἰπών, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, ὁ
τοὺς ἀληθῶς ἀγαπήσαντάς σε, οὐ μόνον ἐνισχύσας ὑπομεῖναι καρτερικῶς δεινοὺς καὶ
διαφόρους αἰκισμούς, ἀλλὰ καὶ τελειωθέντας διὰ τὸ ὄνομά σου, νικητικῷ
στεφάνῳ λαμπρῶς κατακοσμήσας, καὶ τοῖς θαύμασι δοξάσας· ἐπίβλεψον, δεόμεθά σου,
ἐφ’ ἡμᾶς, καὶ ταῖς τῶν θεραπόντων σου Κοσμᾶ καὶ Δαμιανοῦ πρεσβείαις δυσωπηθείς,
ῥῦσαι τὰς ψυχὰς ἡμῶν δεινῶν ἁμαρτημάτων, καὶ τὰ σώματα παντοίων παθῶν ἀπαλλάξας,
τὴν ζωὴν ἡμῶν κυβέρνησον καὶ ἀνεπηρέαστον διαφύλαξον· ὅπως ἐν μὲν τῷ παρόντι εἰρηνικῶς
βιοῦντες, καὶ τὴν μνήμην τῶν Ἁγίων σου τιμῶντες, δοξάζωμέν σε τὸν εὐεργέτην Θεὸν
καὶ θαυμαστὸν ἐν τοῖς Ἁγίοις σου· καὶ ἐν τῷ μέλλοντι καταξιωθῶμεν τῷ ἐλέει σου
τῆς μακαριότητος αὐτῶν ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.
