Παρασκευή 2 Οκτωβρίου 2026

ΕΥΧΗ Εἰς τὸν ἅγιο ἱερομάρτυρα Κυπριανὸ

 


Ε Υ Χ Η

Εἰς τὸν ἅγιο ἱερομάρτυρα Κυπριανὸ

(2 Ὀκτωβρίου)


   Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν σωτηρίαν τῶν ἀνθρώπων παντοίοις τρόποις κατεργαζόμενος, ὁ τῇ ἀρρήτῳ σου κηδεμονία καὶ τὸν μακάριον Κυπριανὸν οὐ παραβλεψάμενος, ἀλλὰ διὰ τῆς πιστῆς σου δούλης Ἰουστίνης, ἀπὸ τοῦ σκότους τῆς πλάνης, εἰς τὸ φῶς τῆς ἀληθείας καλέσας αὐτὸν ποιμένα καὶ ἐπίσκοπον τῶν λογικῶν σου προβάτων τούτων κατέστησας· μνήσθητι, δεόμεθά σου, ὡς ἀγαθός, καὶ τῆς ἡμετέρας ταπεινότητος, καὶ διὰ πρεσβειῶν αὐτῶν πάσας τὰς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν ἐπιβουλὰς διασκεδάσας, εἰρήνην καὶ ἀσφάλειαν ἡμῖν δώρησαι· καὶ ὥσπερ κατηξίωσας ἡμᾶς τὴν ἐτήσιον μνήμην αὐτῶν ἐπιτελέσαι, οὕτως εὐδόκησον καὶ τὴν πίστιν αὐτῶν παγίαν ἔχειν ἐν ταῖς καρδίαις ἡμῶν, ὅπως τὸν πνευματικὸν καρπὸν ἀπὸ τῶν τοιούτων ἑορτῶν αἰσθανόμενοι, δυνηθῶμεν διὰ τοῦ ἐλέους σου τὸν βίον ἡμῶν εὐσεβῶς περαιῶσαι, καὶ μετὰ ταῦτα τῆς ἀλήκτου ζωῆς ἀπολαῦσαι· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

 

* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Πέμπτη 1 Οκτωβρίου 2026

Ὁ ἅγιος ἀπόστολος Ἀνανίας

  



Ὁ ἅγιος ἀπόστολος Ἀνανίας

Ἑορτάζει τὴν α΄ (1η) Ὀκτωβρίου.


ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ*


Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας,

Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις.

 

Λεύσθη Ἀνανίας Ὀκτωβρίου ἥματι πρώτῳ.


   Ὁ ἅγιος Ἀπόστολος Ἀνανίας ἦταν ἀπὸ τὴν πόλη Δαμασκὸ τῆς ὁποίας καὶ Ἐπίσκοπος ἐχρημάτισε. Σὲ τοῦτον στάλθηκε ὑπὸ τοῦ Κυρίου ὁ μέγας ἀπόστολος Παῦλος δι’ ἀποκαλύψεως, καὶ ἀπὸ αὐτὸν βαπτίσθηκε τρία ἔτη μετὰ τὴν Ἀνάληψη τοῦ Κυρίου, κατὰ τοὺς ἀκριβέστερους χρονολόγους.