Κυριακή 18 Ιουνίου 2023

Ἐκ τῆς Ἀσματικῆς Ἀκολουθίας τῶν Ὁσίων Ἀθωνιτῶν Πατέρων




Κυριακὴ Β΄ Ματθαίου

τῶν Ὁσίων Ἀθωνιτῶν Πατέρων


Ἐκ τῆς Ἀσματικῆς Ἀκολουθίας τῶν Ὁσίων:

Δοξαστικὸν Λιτῆς. Ἦχος δ΄.

 

   Τὴν ἐτήσιον μνήμην σήμερον τῶν ἐν τῷ Ἄθῳ Πατέρων ὁ μελισσὼν τῶν τοῦ Ἄθῳ Μοναστῶν μακαρίσωμεν.

   Οὗτοι γὰρ ὡς ἀληθῶς διὰ πάντων τῶν μακαρισμῶν τοῦ Κυρίου διῆλθον·

   πτωχεύσαντες γὰρ τῷ πνεύματι, ἐπλουτίσθησαν·

   καὶ πραϋνθέντες, τὴν γῆν τῶν πρᾳέων ἐκληρονόμησαν·

   πενθήσαντες, παρεκλήθησαν·

   πεινάσαντες τὴν δικαιοσύνην, ἐχορτάσθησαν·

   ἐλεήσαντες, ἠλεήθησαν·

   καθαροὶ γενόμενοι τῇ καρδίᾳ, τὸν Θεὸν ὡς δυνατὸν ἐθεώρησαν·

   εἰρηνοποιήσαντες, θείας ἠξιώθησαν υἱοθεσίας.

   Διωχθέντες δὲ καὶ βασανισθέντες, ὑπὲρ δικαιοσύνης καὶ εὐσεβείας, ἐν οὐρανοῖς νῦν ἀγαλλιῶνται καὶ χαίρουσι, καὶ ἐκτενῶς πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


Ταῖς Αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.