Σάββατο 17 Ιουνίου 2023

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΚΥΡΙΑΚΗΣ

 




ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΚΥΡΙΑΚΗΣ Β΄ ΜΑΤΘΑΙΟΥ

(Ματθ. δ΄ 18 - 23)


   «Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφόν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.

   καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.

   οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.

   Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῷ καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.

   οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.

   Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.»


   Τὸν καιρὸ ἐκεῖνο, ἐνῶ περπατοῦσε ὁ Ἰησοῦς στὴν παραλία τῆς θάλασσας τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, τὸν Σίμωνα, ποὺ ἀργότερα ὁ ἴδιος ὁ Χριστὸς ὀνόμασε Πέτρο, καὶ τὸν Ἀνδρέα τὸν ἀδελφὸ αὐτοῦ, οἱ ὁποῖοι ἔριχναν τὸ δίχτυ στὴν θάλασσα, διότι ἦσαν ψαράδες·

   καὶ λέγει σὲ αὐτούς: Ἀκολουθῆστε με κ’ ἐγὼ θὰ σᾶς κάμω ἱκανοὺς νὰ ψαρεύετε καὶ νὰ προσελκύετε ἀνθρώπους στὴν βασιλεία τῶν οὐρανῶν μὲ τὸ δίχτυ τοῦ κηρύγματος.

   Αὐτοὶ ἀμέσως ἐγκατέλειψαν τὰ δίχτυα καὶ τὸν ἀκολούθησαν.

   Κι ἀφοῦ προχώρησε ἀπὸ κεῖ εἶδε δύο ἄλλους ἀδελφούς, τὸν Ἰάκωβο τὸν γυιὸ τοῦ Ζεβεδαίου καὶ τὸν Ἰωάννη τὸν ἀδελφό του νὰ ἑτοιμάζουν μαζὶ μὲ τὸν πατέρα τους τὸν Ζεβεδαῖο τὰ δίχτυα τους μέσα στὸ πλοῖο· καὶ τοὺς κάλεσε.

   Κι αὐτοί, χωρὶς ἀναβολή, ἄφησαν τὸ πλοῖο καὶ τὸν πατέρα τους καὶ τὸν ἀκολούθησαν.

   Ὁ δὲ Ἰησοῦς περιερχόταν τότε ὅλη τὴν Γαλιλαία, διδάσκοντας στὶς συναγωγὲς (ὅπου κάθε Σάββατο μαζεύονταν οἱ Ἑβραῖοι) καὶ κηρύττοντας τὸ χαρμόσυνο ἄγγελμα τῆς πνευματικῆς βασιλείας, ποὺ θὰ ἐγκαθίδρυε, καὶ θεραπεύοντας κάθε ἀσθένεια καὶ κάθε σωματικὴ ἀδυναμία μεταξὺ τοῦ λαοῦ.