Κυριακή 4 Ιουνίου 2023

ΕΥΧΗ Εἰς τὸ ἅγιον Πνεῦμα.




Ε Υ Χ Η

Εἰς τὸ ἅγιον Πνεῦμα.


   Δέσποτα Κύριε, ἀκατάληπτε· τὸ πανάγιον, καὶ παντοδύναμον, καὶ ζωοποιὸν Πνεῦμα, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν τῷ Υἱῷ ἀναπαυόμενον. Τὸ νοητὸν καὶ ἄληκτον καὶ ὑπὲρ ἔννοιαν φῶς· ἡ ἀσύγκριτος καὶ ζῶσα δύναμις, τὸ διαλύον ὄρη, τὸ τὰ μὴ ὄντα ποιοῦν, τὸ τὴν κτίσιν τηροῦν ἀδιάπτωτον, τὸ δημιουργῆσαν τοὺς οὐρανίους διακόσμους, τὸ παρέχον αὐτοῖς κατ’ ἐξουσίαν ἀεὶ ἀπολαύειν τῆς ἁγιαστικῆς ἐπιπνοίας σου. Ἐκ σοῦ διῃρέθη ἡ συμφωνία τῶν γλωσσῶν, ἐκ σοῦ πᾶσα ἡ κτίσις καινουργεῖται παλινδρομοῦσα εἰς τὸ πρῶτον, ἐκ σοῦ πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, ἐκ σοῦ πᾶν ζῶον ἐμψυχοῦται. Τὸ κινοῦν τὴν κτίσιν ἅμα καὶ δυναμοῦν, τὸ πάντα περιέχον, καὶ πᾶσι παρόν, τὸ πᾶσι τοῖς ἀξίοις κατὰ τὸ μέτρον τῆς ἀρετῆς παρέχον τὴν ἁγιότητα· ἡ ὑπερθαύμαστος δόξα, ἡ ἀνεκλάλητος χαρά, ἡ ὑπὲρ νοῦν ἀγαλλίασις, ὁ τῆς αἰωνίου ζωῆς ἀκατανόητος θησαυρός, ἡ τῆς χάριτος ἄβυσσος· τὸ φωτίζον τὰς διανοίας ἡμῶν πρὸς κατανόησιν τῶν θαυμασίων σου, τὸ πάντα πληροῦν καὶ οὐ πληρούμενον, τὸ πάντων τὰς παρακλήσεις δεχόμενον, τὸ πάντα συνέχον, σοφίζον, σαφηνίζον, ἀποκαλύπτον εἰς ἔμφασιν τοῦ ὁμοουσίου, τὸ χειραγωγίαν τῷ νῷ πρὸς θεωρίαν τῶν ἀοράτων, διὰ τῶν θείων Γραφῶν, παρεχόμενον, τὸ ἐνεργοῦν τὰ πάντα ἐν πᾶσι συμφερόντως, κατὰ τὸ ἑκάστου μέτρον, πρακτικοῖς τε καὶ θεωρητικοῖς, τὸ ἀτέκμαρτον ὕψος καὶ βάθος, ὑφ’ οὗ τὸ πᾶν φέρεται, τὸ χειραγωγοῦν εἰς τοὺς οὐρανούς, τὸ ἁγιάζον, τὸ ἀνακτίζον, παροργιζόμενον ἀφ’ ἡμῶν ἀεὶ καὶ πειραζόμενον καὶ παροξυνόμενον.

   Αὐτὸς οὖν, Παράκλητε ἀγαθέ, μὴ ἐγκαταλίπῃς με τὸν καθ’ ἑκάστην σοι ἁμαρτάνοντα καὶ παροργίζοντα· μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Δέομαι τῆς σῆς ἀγαθότητος, Δέσποτα, δὸς χάριν συνέσεως τῇ ἐμῇ ἀθλιότητι, τοῦ διανοεῖσθαι καὶ πράττειν τὰ σοὶ εὐάρεστα, κἀμοὶ συμφέροντα· ἐνίσχυσόν με πρὸς τὸ μὴ συναρπάζεσθαι καὶ συνεπάγεσθαι τοῖς ματαίοις· χάρισαί μοι τὸ ἀκενοδόξως ταπεινοῦσθαι, τὸ συμπάσχειν τοῖς πάσχουσι, τὸ ὑπομένειν τοὺς πειρασμούς, καὶ τὸ ἀνυποκρίτως καὶ ἀκαταγνώστως ἐργάζεσθαι τὰ σὰ θελήματα. Ναί, Δέσποτα τῶν ἁπάντων, ὑπεράγαθε, λύτρωσαί με ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ τῶν ἐπερχομένων μοι πειρασμῶν· ρῦσαι τὴν ψυχήν μου ἐκ χειρὸς ὑπερηφάνων· ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ. τῶν πτερύγων σου ἐλπιῶ. Κύριε, ἐνώπιόν σου εἰμί· ποίησον τὸ μέγα ἔλεός σου ἐπ’ ἐμέ, καὶ πάρεσο τῇ πτωχείᾳ μου, ὑπὲρ ἐμοῦ πολεμῶν τοῖς ἐχθροῖς μου, ὅτι οὐκ οἶδα τὴν κατ’ ἐμοῦ πολυμήχανον κακίαν αὐτῶν. Σὺ δὲ μόνος γινώσκεις καὶ προβλέπεις τὰ πάντα, σόν ἐστι τὸ λυτρώσασθαί με, Κύριε· δός μοι τὸν λοιπὸν τῆς ζωῆς μου ἐκτελέσαι βίον ἀκατάγνωστον καὶ ἄμεμπτον, ὅπως εὕρω χάριν ἐνώπιόν σου, καὶ σῶσόν με εἰς τὴν ἐπουράνιόν σου μακαριότητα, διὰ μόνην ὑπερβάλλουσάν σου ἀγαθότητα, καὶ τὴν ἄφατόν σου εὐσπλαγχνίαν. Ὅτι ἐν σοί, καὶ παρὰ σοῦ ἐστι τὸ ζῆν με, τὸ εἶναι, τὸ γινώσκειν πᾶν νόημα χρηστόν· καὶ σοὶ τὴν δόξαν ἀναξίοις χείλεσι, καὶ αἴνεσιν καὶ εὐχαριστίαν, πρὸς δὲ καὶ προσκύνησιν ἀναπέμπω ὁ ἁμαρτωλὸς ἐγὼ καὶ ἀνάξιος δοῦλος σου, σὺν τῷ ἀνάρχῳ προβολεῖ σου Πατρί, καὶ τῷ ὁμοουσίῳ καὶ συμφυεῖ αὑτοῦ Υἱῷ, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 58, 59.