Κυριακή 18 Ιανουαρίου 2026

ΕΥΧΗ Εἰς τὸν ἅγιον Ἀθανάσιον καὶ Κύριλλον

 



Ε Υ Χ Η

Εἰς τὸν ἅγιον Ἀθανάσιον καὶ Κύριλλον

(18 Ἰανουαρίου)


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, μακρόθυμε καὶ ἀνεξίκακε, ὁ τῇ ἀφάτῳ σου κηδεμονίᾳ τοὺς τῆς σῆς Ἐκκλησίας οἴακας τοῖς πιστοῖς σου θεράπουσιν Ἀθανασίῳ καὶ Κυρίλλῳ εὐδοκήσας ἐγχειρίσαι, καὶ ποιμένας τῶν λογικῶν σου προβάτων τούτους καταστῆσαι· ὧν ταῖς πρεσβείαις πρόσδεξαι, δεόμεθά σου τὰς ἱκεσίας ἡμῶν, ἃς ἐν τῇ ἡμέρᾳ ταύτῃ σοὶ προσφέρομεν· καὶ τῷ ἀπροσίτῳ σου φωτὶ τὰ τῶν ἡμετέρων καρδιῶν ὄμματα καταυγάσας, ποίησον, ἵνα πᾶν σκότος αἱρέσεων καὶ πονηρῶν πράξεων τῇ δυνάμει σου ἀφ’ ἑαυτῶν ἀπελάσαντες, ἐν ὀρθοδόξῳ πίστει καὶ ἔργοις ἀγαθοῖς δυνηθῶμεν καθ’ ἑκάστην λατρεύειν σε. Ὅπως ἐν τῇ ὁδῷ τῶν ἐντολῶν σου περιπατοῦντες, καὶ τὴν μνήμην τῆς ἀοιδίμου κοιμήσεως αὐτῶν ἐτησίως τιμῶντες, καταξιωθῶμεν ἐν ταῖς σκηναῖς τῶν δικαίων αὐλισθῆναι. Ὅτι εὐλογητὸς εἶ ἐν πᾶσι τοῖς ἁγίοις σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

  

ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.