Πέμπτη 1 Ιανουαρίου 2026

ΕΥΧΗ Εἰς τὴν Περιτομὴν τοῦ Χριστοῦ


 

Ε Υ Χ Η

Εἰς τὴν Περιτομὴν τοῦ Χριστοῦ.*


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἄναρχε καὶ ἀΐδιε, ὁ τὸν συνάναρχον καὶ συναΐδιόν σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, εὐδοκήσας τῇ ὀγδόῃ τῆς γεννήσεως αὐτοῦ σαρκὶ περιτμηθῆναι, καὶ Ἰησοῦς κληθῆναι.

   Δὸς ἡμῖν, δεόμεθά σου, τὴν τοῦ Πνεύματος ἀληθινὴν περιτομήν, ἵνα πάσαις ταῖς τῶν καρδιῶν ἡμῶν πονηραῖς ἐπιθυμίαις, καὶ ταῖς τῆς σαρκὸς καὶ τοῦ κόσμου ἡδοναῖς νεκρωθέντες, ἐν ἁγνείᾳ καὶ εὐσεβείᾳ δυνηθῶμεν τὸ ὑπόλοιπον τῆς ζωῆς ἡμῶν ζῆσαι· ὅπως, ἐπὶ τῇ ἐλευθερίᾳ, ᾗ αὐτὸς ὁ Χριστὸς ὁ Θεὸς ἡμῶν ἠλευθέρωσεν ἡμᾶς διαμένοντες, καὶ τὰς εὐαγγελικὰς ἐντολὰς ἐν πίστει καὶ ἀγάπῃ ἐνεργουμένῃ ποιοῦντες, καταξιωθῶμεν μετὰ τὴν ἀποβίωσιν ἡμῶν τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτεύξασθαι.

   Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.