Ε Υ Χ Η
Εἰς τὸν ἅγιον Γρηγόριον τὸν Θεολόγον
(25 Ἰανουαρίου)
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ
τοῦ ζῶντος, ὁ διὰ τῆς χάριτός σου τὸν σὸν θεράποντα Γρηγόριον καταξιώσας τῇ
κατὰ σὲ σοφίᾳ παιδευθῆναι, καὶ ἐπίσκοπον τοῦτον τῆς τῶν πιστῶν σου Ἐκκλησίας
καταστῆναι· οὗ ταῖς πρεσβείαις ἀπέλασον, δεόμεθά σου, ἀφ’ ἡμῶν πάντας τοὺς
ὁρατοὺς καὶ ἀοράτους θῆρας, οἵτινες δολίως ἐνεδρεύουσι καὶ καθ’ ἑκάστην
ζητοῦσιν ἁρπάσαι τὰς ψυχὰς ἡμῶν, ἵνα ἀσφαλεῖς ὄντες, ἐν εἰρήνῃ σὲ λατρεύωμεν·
καὶ καθάπερ τὴν μνήμην αὐτοῦ ἐτησίως ἐπιτελοῦντες, οὕτω χάρισαι ἡμῖν καὶ τὸν
ἔνθεον ζῆλον αὐτοῦ μιμηθῆναι ἡμᾶς, κατὰ τῶν λαλούντων ἀδικίαν εἰς τὸ ὕψος τῆς
σῆς μεγαλειότητος. Ὅπως τοῖς ὑγιεινοῖς λόγοις τῶν Ἀποστόλων καὶ τοῖς ὀρθοῖς
δόγμασι τῶν Διδασκάλων ἑπόμενοι μέχρι τέλους τοῦ βίου ἡμῶν, καταξιωθῶμεν τῷ
ἐλέει σου τῆς ἀγήρω ζωῆς καὶ ἀϊδίου μακαριότητος ἐπιτυχεῖν. Ὅτι εὐλογητὸς εἶ
εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.