Κυριακή 4 Ιανουαρίου 2026

ΕΥΧΗ Τὴν Κυριακὴ πρὸ τῶν Φώτων



 

Ε Υ Χ Η

Τὴν Κυριακὴ πρὸ τῶν Φώτων.*


   Παντοκράτορ, ἀΐδιε Θεέ, εὔσπλαγχνε καὶ πολυέλεε, ὁ πάντα πρὸς τὸ τῶν ψυχῶν καὶ σωμάτων ἡμῶν συμφέρον οἰκονομῶν, τῇ ἀρρήτῳ σου προνοίᾳ Ἰωάννην τὸν πρόδρομον καὶ βαπτιστὴν εὐδοκήσας θαυμαστῶς τεχθῆναι καὶ προπεμφθῆναι τοῦ ἑτοιμάσαι τὴν ὁδὸν τοῦ Χριστοῦ σου, κηρύσσων μετάνοιαν πᾶσιν ἀνθρώποις‧ καταξίωσον ἡμᾶς, δεόμεθά σου, ἵνα τὴν ἁγίαν ζωὴν αὐτοῦ καὶ ἐνάρετον πολιτείαν μιμηθέντες, κατὰ τὸ κήρυγμα αὐτοῦ ἀληθῶς μετανοήσωμεν, τήν τε ἀλήθειαν ἀφόβως ὁμολογῶμεν, καὶ ὑπὲρ αὐτῆς, ὥσπερ ἐκεῖνος, εὐγνωμόνως κακοπαθῶμεν‧ ὅπως οὕτως εὐσεβῶς βιοῦντες ἐν τῷ νῦν αἰῶνι, δυνηθῶμεν τῆς τῶν οὐρανῶν βασιλείας ἐν τῷ μέλλοντι σὺν αὐτῷ κληρονόμοι γενέσθαι. Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.