Τὴν Κυριακὴ
μετὰ τὰ Φῶτα.*
Παντοκράτορ, ἀΐδιε Θεέ, ἄναρχε καὶ ἀτελεύτητε, ὁ διὰ σπλάγχνα
οἰκτιρμῶν καὶ φιλανθρωπίας εὐδοκήσας πρόδρομον καὶ εὐαγγελιστὴν τοῦ συνανάρχου
καὶ συναϊδίου Υἱοῦ σου, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, Ἰωάννην γενέσθαι, εἰς τὸ
ἑτοιμάσαι τὴν ὁδὸν τῆς πρώτης πρὸς ἡμᾶς αὐτοῦ παρουσίας· δώρησαι, δεόμεθά σου,
πᾶσι τοῖς τῶν μυστηρίων ἱερουργοῖς, καὶ τοῖς τοῦ ἱεροῦ σου λόγου κήρυξι καὶ
οἰκονόμοις χάριν, ἵνα δυνηθῶσι τῷ λόγῳ καὶ τῷ καλῷ αὐτῶν παραδείγματι, ὡσαύτως ἑτοιμάσαι
τε καὶ κατασκευάσαι τὴν ὁδὸν τῆς μετανοίας τοῦ λαοῦ σου, ἐν τῷ ἐπιστρέψαι τὰς
τῶν ἀπειθῶν καὶ ἀφρόνων καρδίας εἰς εὐπείθειαν καὶ φρόνησιν δικαίων· ὅπως ἐν τῇ
δευτέρᾳ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ πάντες καταξιωθῶμεν τῷ ἐλέει σου λαὸς
εὐπρόσδεκτος καὶ ἡγιασμένος ἐνώπιόν σου εὑρεθῆναι, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαῦσαι.
Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
*
ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ
ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ»,