Εἰς τὴν Βάπτιση τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ.*
Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, οἰκτίρμον καὶ φιλάνθρωπε, ὁ καταξιώσας ἡμᾶς φθάσαι τὴν ἁγίαν ἡμέραν ταύτην, ἐν ᾗ διὰ τῆς ἐπελεύσεως τοῦ ἁγίου Πνεύματος ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν βαπτιζόμενον ἐν Ἰορδάνῃ ποταμῷ, ἁγιάσας τὰ ὕδατα εἰς τὴν μυστικὴν τῆς ἁμαρτίας ἀπόλουσιν. Ἐπίβλεψον, δεόμεθά σου, ἐφ’ ἡμᾶς, καὶ ἁγίασον τὰς ψυχὰς καὶ τὰ σώματα ἡμῶν, ἵνα, καθάπερ διὰ τῆς υἱοθεσίας τοῦ βαπτίσματός ἐσμεν τέκνα σου, σωθέντες ἐν τῇ κιβωτῷ τῆς Ἐκκλησίας ἀπὸ τοῦ κατακλυσμοῦ τῆς ἁμαρτίας, οὕτως ἀεὶ διαμένωμεν ἄσειστοι ἐν τῇ πίστει, ἐν ᾗ ἐβαπτίσθημεν· ὅπως χαίροντες τῇ ἐλπίδι τῆς παλιγγενεσίας καὶ τὴν πανσεβάσμιον ἡμέραν τῆς ἱερωτάτης πανηγύρεως ταύτης ἐτησίως ἐπιτελοῦντες, καταξιωθῶμεν τῷ ἐλέει σου τῆς ἀϊδίου ζωῆς ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
*
ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ
ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ»,