Παρασκευή 30 Ιανουαρίου 2026

ΕΥΧΗ Εἰς τὴν ἑορτὴν τῶν τριῶν Ἱεραρχῶν

 


Ε Υ Χ Η

Εἰς τὴν ἑορτὴν τῶν τριῶν Ἱεραρχῶν

(30 Ἰανουαρίου)

 

   Τριὰς ἁγία καὶ προσκυνητή, δόξα τῇ σοφῇ προνοίᾳ σου, ὅτι τρισσοὺς μεγάλους φωστῆρας τοῖς ἀνθρώποις ἐξ ἀνθρώπων ἐχαρίσω, τῷ φωτὶ λαμπαδοχοῦντας, τῆς σῆς ἐπιγνώσεως· καὶ τῇ αἴγλῃ φρυκτωροῦντας, τῶν σωτηρίων σου καὶ σεπτῶν θελημάτων· δι’ ὧν ἡ οἰκουμένη φῶς γνώσεως πλουτοῦσα, τὴν σὴν δόξαν αὐγάζεται, καὶ πρὸς τὴν βασιλείαν σου τὴν μακαρίαν σπεύδει, τούτων ἡμᾶς ταῖς θείαις ὑπακούειν πείθουσα διδασκαλίαις· καὶ σὺ τῶν εὐχῶν αὐτῶν τῶν ὑπὲρ ἡμῶν ἐπάκουσον, ὡς Θεὸς πανοικτίρμων, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, Φιλάνθρωπε. Διδοὺς ἡμῖν εἰρήνην ἐν τῷ παρόντι αἰῶνι, καὶ ἐν τῷ μέλλοντι ζωὴν τὴν ἀθάνατον. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


 ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.