Εἰς τὴν Ὑπαπαντὴ τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ
(2 Φεβρουαρίου)
Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε,
ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς τῇ σῇ εὐδοκίᾳ καὶ τῇ τοῦ ἁγίου
Πνεύματος συνεργείᾳ ὑπὲρ τῆς ἡμῶν σωτηρίας καταδεξάμενος ἀτρέπτως καὶ
ἀναλλοιώτως ἐνανθρωπῆσαι, καὶ σήμερον ἐν τῷ ναῷ κατὰ τὸν νόμον ὑπὸ τῆς ἀχράντου
Μητρὸς αὐτοῦ, ὡς βρέφος τεσσαρακονθήμερον παρασταθῆναι. Ἐπάκουσον, δεόμεθά σου,
τῆς δεήσεως ἡμῶν, καὶ τῇ ἐπιλάμψει τοῦ ἀπροσίτου σου φωτὸς τὸ σκότος τῶν
ἡμετέρων ἁμαρτιῶν διάλυσον, ἵνα φωτισθέντες ταῖς διανοίαις, νοερῶς
κατοπτριζώμεθα τὸ ἑνιαῖον τῆς τρισυποστάτου θεότητος· καὶ καθ’ ἑκάστην σπεύδωμεν
τὰ σοὶ εὐάρεστα ποιεῖν, καὶ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἑαυτοὺς
καθαροὺς διατηρεῖν, ὅπως τὴν πανιερωτάτην ἡμέραν ταύτην ἐτησίως ἑορτάζοντες,
καταξιωθῶμεν εἰς τὴν μακαρίαν κατάπαυσιν ἐλθεῖν. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς
ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.