Ε Υ Χ Η
Εἰς τὴν Ἀποτομὴν Ἰωάννου τοῦ Βαπτιστοῦ
(29 Αὐγούστου)
Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν,
οἰκτίρμον καὶ ἐλεῆμον, ὁ τῇ ἀφάτῳ σου προνοίᾳ τὸν πιστόν σου οἰκέτην Ἰωάννην
μείζονα πάντων τῶν Προφητῶν ἀναδείξας· ὥστε τὸν μονογενῆ σου Υἱόν, ὃν μὲν ἐκεῖνοι
πόρρωθεν τοῖς νοεροῖς ὀφθαλμοῖς ἐλευσόμενον ἑωρακότες ποικιλοτρόπως
προεφήτευσαν, οὗτος δὲ κατηξιώθη παρόντα ἰδεῖν αὐτὸν καὶ βαπτίσαι, οὗ ταῖς
πρεσβείαις πρόσδεξαι, δεόμεθά σου, τὰς δεήσεις καὶ ὑμνολογίας, ἃς εὐλαβῶς ἐν τῇ
σεβασμίῳ ἡμέρᾳ ταύτῃ προσφέρομέν σοι· καὶ ῥυσάμενος ἡμᾶς ἀπὸ πάσης
σκληροκαρδίας καὶ ὠμότητος, δώρησαι ἡμῖν πιστῶς τηρεῖν καὶ ποιεῖν τὰς ἐντολάς
σου, ὑπὲρ ὧν ἐκεῖνος τὴν κάραν ἀδίκως ἀπετμήθη· ὅπως εὐσεβῶς πολιτευσάμενοι, καὶ
μέχρι τέλους ὑπὲρ τῆς ἀληθείας ἀγωνισάμενοι, συμμέτοχοι τῆς ἡτοιμασμένης αὐτῷ ἐν
οὐρανῷ βασιλείας καταξιωθῶμεν εὑρεθῆναι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.