Ε Υ Χ Η
Τῇ Κυριακῇ τοῦ ἁγίου Πάσχα ἑσπέρας
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, οἰκτίρμον καὶ ἐλεῆμον,
ὁ ὑπὲρ ἡμῶν ἑκουσίως σαρκὶ παθὼν καὶ ἀποθανών, ἐν δὲ τῇ παρούσῃ ἡμέρᾳ αὐτεξουσίως
ἀναστὰς ἐκ νεκρῶν, καὶ ταύτην ἐγκαινίσας, πασίδηλον ἐποίησας τοῖς υἱοῖς τῶν
ἀνθρώπων, καὶ μάλιστα πιστοῖς. Ἵλεως πάρεσο, δεόμεθά σου, ἐν μέσῳ ἡμῶν, ὡς
πάλαι παρεγένου ἐν μέσῳ τῶν Μαθητῶν σου, καὶ τὴν εἰρήνην, ἐν τῇ ὁρατῇ σου
παρουσίᾳ δέδωκας αὐτοῖς, ταύτην καὶ νῦν, διὰ τῆς ἀοράτου ἐπιφοιτήσεως τοῦ ἁγίου
Πνεύματος δώρησαι καὶ ἡμῖν, ἥτις ἐστὶ διδάσκαλος εὐσεβείας καὶ ἀγαθῶν ἔργων· καὶ
καταξίωσον ἡμᾶς ἀπὸ τοῦ θανάτου τῶν ἁμαρτιῶν ἡμῶν ἐγερθέντας, ἐν καινότητι ζωῆς
περιπατῆσαι‧ ἵνα ἐν τῇ ἀναστάσει ἐκείνῃ τῆς ἐσχάτης ἡμέρας, ὅταν σὺ φανερωθῇς
ἡμῖν ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς φανερωθῶμέν σοι ἐν δόξῃ, καὶ οὕτω πάντοτε σὺν
σοὶ ἐσόμεθα. Ὅτι σὺ εἶ ἡ ἐλπὶς ἡμῶν, ἡ ζωὴ καὶ ἡ ἀνάστασις, καὶ σοὶ τὴν δόξαν
καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ
συμφυεῖ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.