Κυριακή 11 Ιανουαρίου 2026

Ναζαρὲτ καὶ Καπερναούμ

 



Ναζαρὲτ καὶ Καπερναούμ

«Καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατώκησεν εἰς Καπερναούμ»

(Ματθ. δ΄ 12)


Ἀρχιμ. Δανιὴλ Ἀεράκη*


Ἰωάννης καὶ Ἰησοῦς

 

   Πρόδρομος καὶ Χριστός! Δύο πρόσωπα, ποὺ ἔχουν σχέση μὲ τὴν ἑορτὴ τῶν Φώτων. Συγγενεῖς κατὰ σάρκα. Ἐξαδέλφη τῆς Παρθένου ἡ μητέρα τοῦ Ἰωάννου, ἡ Ἐλισάβετ (Λουκ. α΄ 36). Συγγενεῖς καὶ ὡς πρὸς τὸν ρόλο, ὡς πρὸς τὴν ἀποστολή τους. Τί ἦσαν καὶ οἱ δύο, καὶ ὁ Ἰωάννης καὶ ὁ Ἰησοῦς; Φῶτα!

   Ἑορτὴ τῶν Φώτων ἡ ἡμέρα τῶν Θεοφανείων ἡ μεγάλη. Κυριακὴ μετὰ τὰ Φῶτα ἡ ἡμέρα τῆς Εὐαγγελικῆς περικοπῆς. Τοῦτο σημαίνει, ὅτι εἴμεθα λουσμένοι στὸ Φῶς. Κάποιος, ποὺ βρίσκεται στὸ σκοτάδι τῆς νύκτας, ζεῖ μὲ τὴν ἐλπίδα, ὅτι τὸ σκοτάδι θὰ διαλυθεῖ· θὰ ἔλθουν τὰ φῶτα, τὰ δύο φῶτα ἀλληλοδιαδόχως· τὸ φῶς τῆς αὐγῆς καὶ τὸ φῶς τῆς ἡμέρας. Προτοῦ νὰ ἀνατείλει ὁ ἥλιος, ἐμφανίζεται ὁ αὐγερινός, τὸ ἄστρο τῆς αὐγῆς. Εἶναι πιὸ λαμπερὸ ἀπὸ τὰ ἄλλα ἄστρα τῆς νύκτας. Ἡ ἐμφάνισή του εἶναι προδρομική. Κηρύττει, βεβαιώνει τὸν ἐρχομὸ τοῦ ἥλιου. Καὶ σὰν ἀνατείλει ὁ ἥλιος, ὁ αὐγερινὸς χάνεται. Δὲν σβήνει, ἁπλῶς δὲν φαίνεται, ἀφοῦ ἡ λάμψη τοῦ καλύπτεται ἀπὸ ἐκείνη τοῦ ἥλιου.

Σάββατο 10 Ιανουαρίου 2026

ΕΥΧΗ Τὴν Κυριακὴ μετὰ τὰ Φῶτα



Ε Υ Χ Η

Τὴν Κυριακὴ μετὰ τὰ Φῶτα.*


   Παντοκράτορ, ἀΐδιε Θεέ, ἄναρχε καὶ ἀτελεύτητε, ὁ διὰ σπλάγχνα οἰκτιρμῶν καὶ φιλανθρωπίας εὐδοκήσας πρόδρομον καὶ εὐαγγελιστὴν τοῦ συνανάρχου καὶ συναϊδίου Υἱοῦ σου, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, Ἰωάννην γενέσθαι, εἰς τὸ ἑτοιμάσαι τὴν ὁδὸν τῆς πρώτης πρὸς ἡμᾶς αὐτοῦ παρουσίας· δώρησαι, δεόμεθά σου, πᾶσι τοῖς τῶν μυστηρίων ἱερουργοῖς, καὶ τοῖς τοῦ ἱεροῦ σου λόγου κήρυξι καὶ οἰκονόμοις χάριν, ἵνα δυνηθῶσι τῷ λόγῳ καὶ τῷ καλῷ αὐτῶν παραδείγματι, ὡσαύτως ἑτοιμάσαι τε καὶ κατασκευάσαι τὴν ὁδὸν τῆς μετανοίας τοῦ λαοῦ σου, ἐν τῷ ἐπιστρέψαι τὰς τῶν ἀπειθῶν καὶ ἀφρόνων καρδίας εἰς εὐπείθειαν καὶ φρόνησιν δικαίων· ὅπως ἐν τῇ δευτέρᾳ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ πάντες καταξιωθῶμεν τῷ ἐλέει σου λαὸς εὐπρόσδεκτος καὶ ἡγιασμένος ἐνώπιόν σου εὑρεθῆναι, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.


Τετάρτη 7 Ιανουαρίου 2026

Ἂν μείνουμε στερεοὶ στὴν πίστη τοῦ Χριστοῦ…


 

ν μείνουμε στερεοὶ στὴν πίστη τοῦ Χριστοῦ

 

Ἁγίου Ἰωάννου τῆς Κρονστάνδης*

 

 

   Διάβολος εἶναι πνεῦμα, ἀλλὰ ἔχει περιορισμένη δύναμη.

   Μπορεῖ νὰ ὑποκινήσει στιγμιαία μέσα στὴν ψυχὴ μία σκέψη ἀμφιβολίας, ἀνυπομονησίας, κακίας.

   Ἀπὸ ἐκεῖ καὶ πέρα, ἂν θὰ πραγματοποιηθοῦν ἢ ὄχι οἱ σκοτεινοὶ σκοποί του, αὐτὸ ἐξαρτᾶται ἀπὸ τὴν δική μας στάση.

Τρίτη 6 Ιανουαρίου 2026

ΕΥΧΗ Εἰς τὴν Βάπτιση τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ.

 


Ε Υ Χ Η

Εἰς τὴν Βάπτιση τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ.*


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, οἰκτίρμον καὶ φιλάνθρωπε, ὁ καταξιώσας ἡμᾶς φθάσαι τὴν ἁγίαν ἡμέραν ταύτην, ἐν ᾗ διὰ τῆς ἐπελεύσεως τοῦ ἁγίου Πνεύματος ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν βαπτιζόμενον ἐν Ἰορδάνῃ ποταμῷ, ἁγιάσας τὰ ὕδατα εἰς τὴν μυστικὴν τῆς ἁμαρτίας ἀπόλουσιν. Ἐπίβλεψον, δεόμεθά σου, ἐφ’ ἡμᾶς, καὶ ἁγίασον τὰς ψυχὰς καὶ τὰ σώματα ἡμῶν, ἵνα, καθάπερ διὰ τῆς υἱοθεσίας τοῦ βαπτίσματός ἐσμεν τέκνα σου, σωθέντες ἐν τῇ κιβωτῷ τῆς Ἐκκλησίας ἀπὸ τοῦ κατακλυσμοῦ τῆς ἁμαρτίας, οὕτως ἀεὶ διαμένωμεν ἄσειστοι ἐν τῇ πίστει, ἐν ᾗ ἐβαπτίσθημεν· ὅπως χαίροντες τῇ ἐλπίδι τῆς παλιγγενεσίας καὶ τὴν πανσεβάσμιον ἡμέραν τῆς ἱερωτάτης πανηγύρεως ταύτης ἐτησίως ἐπιτελοῦντες, καταξιωθῶμεν τῷ ἐλέει σου τῆς ἀϊδίου ζωῆς ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Κυριακή 4 Ιανουαρίου 2026

ΕΥΧΗ Τὴν Κυριακὴ πρὸ τῶν Φώτων



 

Ε Υ Χ Η

Τὴν Κυριακὴ πρὸ τῶν Φώτων.*


   Παντοκράτορ, ἀΐδιε Θεέ, εὔσπλαγχνε καὶ πολυέλεε, ὁ πάντα πρὸς τὸ τῶν ψυχῶν καὶ σωμάτων ἡμῶν συμφέρον οἰκονομῶν, τῇ ἀρρήτῳ σου προνοίᾳ Ἰωάννην τὸν πρόδρομον καὶ βαπτιστὴν εὐδοκήσας θαυμαστῶς τεχθῆναι καὶ προπεμφθῆναι τοῦ ἑτοιμάσαι τὴν ὁδὸν τοῦ Χριστοῦ σου, κηρύσσων μετάνοιαν πᾶσιν ἀνθρώποις‧ καταξίωσον ἡμᾶς, δεόμεθά σου, ἵνα τὴν ἁγίαν ζωὴν αὐτοῦ καὶ ἐνάρετον πολιτείαν μιμηθέντες, κατὰ τὸ κήρυγμα αὐτοῦ ἀληθῶς μετανοήσωμεν, τήν τε ἀλήθειαν ἀφόβως ὁμολογῶμεν, καὶ ὑπὲρ αὐτῆς, ὥσπερ ἐκεῖνος, εὐγνωμόνως κακοπαθῶμεν‧ ὅπως οὕτως εὐσεβῶς βιοῦντες ἐν τῷ νῦν αἰῶνι, δυνηθῶμεν τῆς τῶν οὐρανῶν βασιλείας ἐν τῷ μέλλοντι σὺν αὐτῷ κληρονόμοι γενέσθαι. Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

Πέμπτη 1 Ιανουαρίου 2026

ΕΥΧΗ Εἰς τὸν ἅγιον Βασίλειον



Ε Υ Χ Η

Εἰς τὸν ἅγιον Βασίλειον.*


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ὁ τῇ τοῦ πιστοῦ ποιμένος καὶ ὁμολογητοῦ σου Βασιλείου διδαχῇ καὶ ἐπιμελείᾳ τὰς τῶν λυμεώνων αἱρέσεις καὶ κακοδοξίας πόρρω ἀπὸ τῆς τῶν πιστῶν σου ποίμνης ἀπελάσας, οὗ ταῖς ἱκεσίαις δυσωπηθείς, πρόσδεξαι, δεόμεθά σου, τὰς εὐχὰς ἡμῶν, καὶ ἀντίδος ἡμῖν χάριν, ἵνα πάντοτε ἐν ὀρθοδόξῳ πίστει, ἀγάπῃ τε εἰλικρινεῖ, καὶ ἐλπίδι βεβαίᾳ σὲ λατρεύωμεν, καὶ ἔργοις ἀγαθοῖς ζῶσαν τὴν πίστιν ἔχωμεν‧ ὅπως ἀπὸ πάσης τῆς τῶν ἐλαττωμάτων καὶ σφαλμάτων νοός τε καὶ σώματος κηλῖδος καθαροί, καὶ ἐλεύθεροι τῷ ἐλέει σου διατηρούμενοι, καὶ τὴν ἀοίδιμον μνήμην αὐτοῦ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ἐτησίως γεραίροντες, καὶ νῦν καὶ ἐν τῷ μέλλοντι καταξιωθῶμεν εὐαρεστῆσαί σοι. Ὅτι εὐλογητὸς εἶ ἐν πᾶσι τοῖς ἁγίοις σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

ΕΥΧΗ Εἰς τὴν Περιτομὴν τοῦ Χριστοῦ


 

Ε Υ Χ Η

Εἰς τὴν Περιτομὴν τοῦ Χριστοῦ.*


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἄναρχε καὶ ἀΐδιε, ὁ τὸν συνάναρχον καὶ συναΐδιόν σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, εὐδοκήσας τῇ ὀγδόῃ τῆς γεννήσεως αὐτοῦ σαρκὶ περιτμηθῆναι, καὶ Ἰησοῦς κληθῆναι.

   Δὸς ἡμῖν, δεόμεθά σου, τὴν τοῦ Πνεύματος ἀληθινὴν περιτομήν, ἵνα πάσαις ταῖς τῶν καρδιῶν ἡμῶν πονηραῖς ἐπιθυμίαις, καὶ ταῖς τῆς σαρκὸς καὶ τοῦ κόσμου ἡδοναῖς νεκρωθέντες, ἐν ἁγνείᾳ καὶ εὐσεβείᾳ δυνηθῶμεν τὸ ὑπόλοιπον τῆς ζωῆς ἡμῶν ζῆσαι· ὅπως, ἐπὶ τῇ ἐλευθερίᾳ, ᾗ αὐτὸς ὁ Χριστὸς ὁ Θεὸς ἡμῶν ἠλευθέρωσεν ἡμᾶς διαμένοντες, καὶ τὰς εὐαγγελικὰς ἐντολὰς ἐν πίστει καὶ ἀγάπῃ ἐνεργουμένῃ ποιοῦντες, καταξιωθῶμεν μετὰ τὴν ἀποβίωσιν ἡμῶν τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτεύξασθαι.

   Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.

 

ΕΥΛΟΓΗΜΕΝΟ καὶ ΣΩΤΗΡΙΟ τὸ ΝΕΟ ΕΤΟΣ 2026