Σάββατο 2 Σεπτεμβρίου 2023

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΚΥΡΙΑΚΗΣ




ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΚΥΡΙΑΚΗΣ ΙΓ΄ ΜΑΤΘΑΙΟΥ

(Ματθ. κα΄ 33 - 42)


   «Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.

   ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.

   καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.

   πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.

   ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.

   οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.

   καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν.

   Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;

   λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.

   λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;»


Ἀπόδοση στὴν νεοελληνική:

   Εἶπε ὁ Κύριος τὴν παραβολὴ τούτη: Ἕνας ἄνθρωπος οἰκοδεσπότης φύτεψε ἀμπέλι καὶ ὕψωσε γύρω ἀπ’ αὐτὸ φράκτη κ’ ἔσκαψε μέσα σ’ αὐτὸ πατητήρι καὶ δεξαμενὴ κ’ ἔκτισε πύργο, γιὰ νὰ μένουν οἱ ἐργάτες καὶ οἱ φύλακες· τὸ νοίκιασε σὲ γεωργοὺς κι ἀνεχώρησε σ’ ἄλλη χώρα.

   Κι ὅταν πλησίασε ὁ καιρὸς τοῦ τρυγητοῦ, ἔστειλε τοὺς δούλους του στοὺς γεωργούς, γιὰ νὰ πάρουν τοὺς καρποὺς ποὺ δικαιοῦταν.

   Οἱ γεωργοὶ ὅμως, μοχθηροὶ κι ἄπληστοι, συνέλαβαν τοὺς δούλους καὶ ἄλλον ἔδειραν, ἄλλον φόνευσαν, κι ἄλλον λιθοβόλησαν.

   Πάλι ὁ οἰκοδεσπότης ἔστειλε ἄλλους δούλους περισσότερους ἀπὸ τοὺς πρώτους κ’ ἔκαμαν σ’ αὐτοὺς τὰ ἴδια.

   Ὕστερα δέ, ἔστειλε πρὸς αὐτοὺς τὸν γυιό του λέγοντας: Οἱ ἄνθρωποι αὐτοὶ θὰ ντραποῦν τοὐλάχιστον τὸ παιδί μου.

   Οἱ γεωργοὶ ὅμως, ὅταν εἶδαν τὸν γυιό, εἶπαν μεταξύ τους: Αὐτὸς εἶναι ὁ κληρονόμος· ἐλᾶτε, ἂς τὸν φονεύσουμε κι ἂς καταλάβουμε ὁριστικὰ πλέον ἐμεῖς τὴν κληρονομιά του.

   Κι ἀφοῦ τὸν συνέλαβαν, τὸν ἔβγαλαν ἔξω ἀπὸ τὸ ἀμπέλι καί ’κεῖ τὸν φόνευσαν.

   (Μετὰ τὴν διήγηση τῆς παραβολῆς ρώτησε τοὺς ἀρχιερεῖς καὶ τοὺς πρεσβύτερους τοῦ λαοῦ ὁ Χριστός): Ὅταν λοιπὸν ἔλθει ὁ κύριος τοῦ ἀμπελῶνος, τί θὰ κάμει στοὺς γεωργοὺς ἐκείνους;

   Κι αὐτοὶ τοῦ λέγουν: Τόσο κακοὶ ποὺ ὑπῆρξαν, κακῶς θὰ τοὺς ἐξολοθρεύσει καὶ θὰ ἐμπιστευθεῖ σὲ ἄλλους γεωργοὺς τὸν ἀμπελῶνα, οἱ ὁποῖοι θὰ δώσουν σ’ αὐτὸν τοὺς καρποὺς στὶς κατάλληλες ἐποχές.

   Λέγει σ’ αὐτοὺς ὁ Ἰησοῦς: Οὐδέποτε λοιπὸν διαβάσατε στὶς Γραφές· λίθον, (δηλαδὴ ἐμένα), τὸν ὁποῖον ἀπέρριψαν ὡς ἀκατάλληλον οἱ κτῖστες, ἐσεῖς οἱ οἰκοδόμοι τοῦ λαοῦ, ἔγινε ἀκρογωνιαῖος λίθος στὴν πνευματικὴ οἰκοδομὴ τοῦ Θεοῦ, δηλαδὴ στὴν Ἐκκλησία, ἡ ὁποία ἔγινε παρὰ τοῦ Θεοῦ καὶ εἶναι ἀξιοθαύμαστη στοὺς ὀφθαλμούς μας;