Ε Υ Χ Η
Εἰς τὴν ὑπεραγίαν Θεοτόκον.
Τοῦ νομοφύλακος Ἰωάννου Διακόνου τοῦ Εὐγενικοῦ, ἀδελφοῦ Μάρκου τοῦ Ἐφέσου.*
Θεομῆτορ ὑπέραγνε. Ταύτης γὰρ τῆς προσηγορίας, οὐκ ἔχω σοι κρείττω καὶ ἐξαίρετον καὶ θειοτέραν εὑρεῖν καὶ προσενεγκεῖν. Θεομῆτορ ἀειπάρθενε, ἁγνὴ καὶ πάναγνε καὶ ὑπέραγνε καὶ νοῦν καὶ λόγον καὶ πνεῦμα καὶ σῶμα. Ἡ τὸν καθαρὸν καὶ ὑπέραγνον Λόγον καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐκ τῶν σῶν ὑπεράγνων αἱμάτων, ἄϋλον ὄντα καὶ ἀσώματον σωματώσασα, καὶ ἀληθῶς ἀνθρωπίνην σάρκα τούτῳ δανείσασα, καὶ φρικτῶς καὶ ὑπὲρ λόγον τῷ περιόντι τῆς ἀρετῆς, οἰκητήριον σεαυτὴν παρασκευάσασα τοῦ δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, κλῖναι τοὺς οὐρανοὺς καὶ συγκαταβῆναι πρὸς τὴν ἡμῶν ταλαιπωρίαν εὐδοκήσαντος, Θεοτόκε παναμώμητε· ἡ καθαρωτάτη καὶ ἄσπιλος, καὶ τὸν τρόπον καὶ βίον καὶ λόγον· καὶ πάσης καθαρᾶς κτίσεως, νοερᾶς τε καὶ αἰσθητῆς ἁγνοτέρα, Θεοτόκε πανάχραντε, Θεοτόκε πανύμνητε, κυριώνυμε, πολυώνυμε καὶ μεγαλώνυμε· ὅλη πεφωτισμένη, ὅλη ἡγιασμένη, ὅλη κεχαριτωμένη. Ἀνύμφευτε νύμφη καὶ μητρόθεε Κόρη· πλατυτέρα τῶν οὐρανῶν· λαμπροτέρα τοῦ ἡλίου· τιμιωτέρα τῶν ὅλων κτισμάτων· ἁγιωτέρα τῶν Χερουβίμ· ἐνδοξοτέρα τῶν Σεραφίμ· Δέσποινα τῶν Ἀγγέλων· Κυρία τοῦ κόσμου. Ἀγαθὴ καὶ πανάγαθε, καὶ τοῦ μόνου ἀγαθοῦ καὶ ὑπεραγάθου Θεοῦ δοχεῖον ὑπεράγαθον. Πρόσδεξαι, ὡς εὐσυμπάθητος, εὐμενῶς τὴν κατὰ δύναμιν μικρὰν καὶ ταπεινὴν εὐχαριστίαν· ἡ ὑπὸ πάσης κτίσεως διαπαντὸς προσκυνουμένη καὶ κατὰ πάντων ἔχουσα τὴν ἐξουσίαν. Πρόσδεξαι προσηνῶς δουλικὴν ἱκεσίαν, ἡ ὡς συγγενὴς τοῖς ἀνθρώποις, τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως ἀκριβῶς γινώσκουσα καὶ φιλανθρωπευομένη πᾶσι, προνοουμένη τε καὶ ἐπισκεπτομένη συμπαθέστατε. Ἐπάκουσόν μου, γλυκυτάτη Δέσποινά μου, Ὑπεραγία Θεοτόκε, θεοκόσμητε καὶ θεοχαρίτωτε· ἡ φύσει τὸ πρᾷον θεομιμήτως καὶ ἱλαρὸν καὶ εὐμενὲς καὶ ἥμερον ἔχουσα· ἡ ἐκ δεξιῶν ἀεὶ τοῦ πράου καὶ ἀγαθοῦ Θεοῦ, λαμπρῶς παρισταμένη Βασίλισσα· ἡ ἐν ἱματισμῷ διαχρύσῳ τῶν ἱερῶν ἀρετῶν καὶ ποικίλοις χαρίσμασι τοῦ ἁγίου Πνεύματος κεκοσμημένη· ἡ πάντων κυριεύουσα, καὶ πανταχοῦ φθάνουσα, καὶ πάντα δυναμένη, ὡς τοῦ παντοδυνάμου Θεοῦ Μήτηρ· καὶ πάντας τοὺς ἐν ἀνάγκαις παραμυθουμένη, καὶ τῶν πειρασμῶν ἐλευθεροῦσα, καὶ τὰς θλίψεις ἐπικουφίζουσα.