Κυριακή 26 Μαρτίου 2023

ΕΥΧΗ Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.




Ε Υ Χ Η

Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.

Διὰ στίχων κατ’ ἀλφάβητον. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.


 νεσπέρῳ φωτὸς ἡ Γεννήτρια, ἐξαγγέλλοντι πρόσχες μοι δέομαι.

 Βεβορβόρωμαι γὰρ καὶ ρερύπωμαι, καὶ ζοφώδης ὁ τάλας γεγένημαι.

 Γῆν ἐμίανα, οἴμοι, ὁ ἄθλιος, ταῖς πολλαῖς ἁμαρτίαις μου, Δέσποινα.

 Διὰ τοῦτο, βοᾷ νῦν στενάζουσα, κατ’ ἐμοῦ πρὸς κριτὴν τὸν ἀδέκαστον.

 πιφέρουσα, οἴμοι, καὶ μάρτυρας, οὐρανὸν σὺν τοῖς ἄστροις καὶ ἥλιον.

 Ζάλη δὲ λογισμῶν με κατέλαβε, καὶ βυθίζει λοιποῦ πρὸς ἀπόγνωσιν.

  ψυχή μου τῷ τρόμῳ συνέχεται, ἀναμένουσα, φεῦ, τὴν ἀπόφασιν.

 Θεοτόκε, τὴν πᾶσαν ἐλπίδα μου, ἐπὶ σὲ ἀνεθέμην ὁ ἄθλιος.

 δε πάσης αἰσχύνης πεπλήρωται, τοῦ οἰκέτου σου, οἴμοι, τὸ πρόσωπον.

 Καὶ δυσώπει ἀπαύστως, ὃν ἔτεκες· οἰκτειρῆσαι κἀμὲ τὸν ἀνάξιον.

 Λῦσον μόνη δεσμοὺς τοὺς ἀλύτους μου, λυτρωτὴν ἡ τῷ κόσμῳ κυήσασα.

 Μελανθέντα καὶ σκότος γενόμενον, μετανοίας με δάκρυσι λεύκανον.

 Νεκρωθέντα πολλῇ ραθυμίᾳ με, τὴν ζωήν μου ἡ τέξασα ἔγειρον.

 Ξενωθέντα Θεοῦ καὶ Ἀγγέλων με, πρὸς αὐτοὺς ἐπανάγαγε αὖθις δέ.

 ντως θαῦμα φρικτόν, πῶς ὑπέμεινε, τὰς ἐμὰς ἁμαρτίας ὁ Κύριος.

 Πῶς εὐθὺς εἰς πυθμένα τοῦ ᾅδου με, οὐ κατήγαγε ζῶντα τὸν ἄθλιον.

 Ράβδον πῶς οὐ κατέπεμψεν ἄνωθεν, ἀφανῶς, ἢ ρομφαίαν πατᾶξαί με.

 Σὺ δὲ πάντως ταῖς σαῖς παρακλήσεσι, τὴν ζωὴν ἐδωρήσω μοι Δέσποινα.

 Τὴν ἐμὴν ἐκζητοῦσα μετάνοιαν, ἣν αὐτή μοι παράσχου τῷ δούλῳ σου.

 περάγαθε· σὺ γὰρ καὶ τεῖχος μου καὶ λιμὴν καὶ ὀχύρωμα πέφυκας.

 Φῶς μοι λάμψον τοῦ θείου προσώπου σου, ἐν νυκτὶ ἀμελείας καθεύδοντι.

 Χάρισαί μοι κατάνυξιν, Δέσποινα, στεναγμοὺς ἀσιγήτους καὶ δάκρυα.

 Ψυχικάς μου κηλίδας ἀπόπλυνον, καὶ τελείαν μοι δώρησαι ἄφεσιν.

 ς βροτὸς θεοφόρος ὑπάρχουσα καὶ Θεὸν βροτοφόρον κυήσασα.

 

 δοιμί σε Μαρία, πανάχραντε, νοεροῖς ὀφθαλμοῖς, καὶ χαρήσομαι.

  ἰσχύς, ὦ ἐλπὶς ἀκαταίσχυντε, ὦ ζωή, καὶ γλυκὺ φῶς τοῦ δούλου σου.

 πὸ γλώττης βεβήλου καὶ στόματος ρυπαροῦ, τὴν εὐχὴν ταύτην πρόσδεξαι.

 Νῦν καιρὸς βοηθείας, καὶ σῶσόν με ἐκ παθῶν καὶ πταισμάτων καὶ θλίψεων.

 Νῦν χαρήτωσαν Ἄγγελοι, Δέσποινα, ἐπ’ ἐμέ, καὶ δικαίων τὰ πνεύματα.

 πως ἂν εὐχαρίστως δοξάζω σου, γεγηθὼς τὸ πανάγιον ὄνομα.

 περύμνητε, δύνασαι· οἶδα γάρ, πρὸς Θεόν, ὅσα θέλεις, ὃν ἔτεκες.



* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 88, 89.