Εἰς πάντας τοὺς Ἀγγέλους
(8 Νοεμβρίου)
Κύριε παντοκράτορ ὁ
Θεὸς ἡμῶν, ἄναρχε καὶ ἀτελεύτητε, ὁ ποιήσας λόγῳ τὸν οὐρανὸν καὶ τὴν γῆν, σὺν
τούτοις καὶ τὰς λειτουργικὰς τάξεις τῶν Ἀγγέλων ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι
παραγαγών, εἰς τὸ ἀκαταπαύστως αὐτοὺς ὑμνεῖν τὴν σὴν ἀΐδιον καὶ ἄπειρον
θεότητα· ὧν ταῖς ἀδιαλείπτοις πρεσβείαις καὶ προστασίαις ἐξιλεούμενος, ἁμαρτιῶν
ἄφεσιν ἡμῖν δώρησαι, καὶ τὴν καθ’ ἡμῶν τυραννίαν κατάπαυσον, καὶ τὴν ἐξ αὐτῆς ἐπιγενομένην
ἡμῖν κατήφειαν ἀπέλασον ἀφ’ ἡμῶν, βαθεῖαν εἰρήνην καὶ ἀτάραχον γαλήνην πᾶσιν ἡμῖν
ἐπιβραβεύσας, ἵνα σε τὸν εἰρηνάρχην Θεὸν εὐσεβῶς λατρεύωμεν· καὶ τὴν ἐτήσιον
πανήγυριν τῶν ἀΰλων σου λειτουργῶν εὐλαβῶς ἑορτάζοντες, αὐτοὺς μὲν ἔχομεν παρά
σοι διηνεκῶς ὑπὲρ ἡμῶν πρεσβεύοντας, σὲ δὲ τὴν τῶν αἰωνίων ἀγαθῶν ἀπόλαυσιν
χαριζόμενον ἡμῖν. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.
