html

Σάββατο 21 Νοεμβρίου 2026

ΕΥΧΗ Εἰς τὴν ἑορτὴ τῶν Εἰσοδίων τῆς Θεοτόκου

 


Ε Υ Χ Η

Εἰς τὴν ἑορτὴ τῶν Εἰσοδίων τῆς Θεοτόκου

(21 Νοεμβρίου)


   Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ εὐδοκήσας τὴν ἀειπάρθενον Μαρίαν, ἐξ ἐπαγγελίας τεχθεῖσαν, ἐν τῷ ναῷ θαυμαστῶς ἀνατραφῆναι, καὶ εἰς κατοίκησιν τοῦ πρὸ αἰώνων ἐκ σοῦ ἀρρεύστως γεννηθέντος μονογενοῦς σου Υἱοῦ, ἑτοιμασθῆναι· ἧς ταῖς εὐπροσδέκτοις ἱκεσίαις, πρόσδεξαι, δεόμεθά σου, τὰς προσευχὰς καὶ ὑμνῳδίας ἡμῶν, ἃς ἐν τῇ εὐσήμῳ ἡμέρᾳ ταύτῃ τῆς ἐν τῷ ναῷ ἐνδόξου Εἰσόδου αὐτῆς εὐλαβῶς σοι προσφέρομεν· καὶ δώρησαι ἡμῖν χάριν, ἵνα ὥσπερ αὐτὴ ὑπὸ τῶν γονέων αὐτῆς ὡς ἄμωμος προσφορὰ εἰς τὸν ναὸν προσηνέχθη, οὕτω καὶ ἡμεῖς, καθαρὰς ἀπὸ συνειδήσεων πονηρῶν ἔχοντες καρδίας, καθ’ ἑκάστην παριστάμεθα ἐνώπιόν σου, ὅπως ταῖς μὲν κακίαις νηπιάζοντες, τῇ δὲ πίστει καὶ ἀρεταῖς ἀνδρίζοντες, καταξιωθῶμεν ἐλθεῖν εἰς τὴν ἀγήρω ζωήν, καὶ τῆς ἀϊδίου μακαριότητος ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.