Σάββατο 14 Μαΐου 2022

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΚΥΡΙΑΚΗΣ




ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

 ΚΥΡΙΑΚΗΣ τοῦ ΠΑΡΑΛΥΤΟΥ

(Πράξ. θ΄ 32 – 42)


   «Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.

   εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος.

   καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη.

   καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.

   Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.

   ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ.

   ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν.

   ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς.

   ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε.

   δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.

   γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.»



   Στὶς ἡμέρες ἐκεῖνες, συνέβη, ὅταν ὁ Πέτρος περιόδευε ὅλα αὐτὰ τὰ μέρη, νὰ κατεβεῖ στοὺς πιστοὺς ποὺ κατοικοῦσαν στὴν Λύδδα.

   Βρῆκε δὲ ἐκεῖ ἕνα ἄνθρωπο, ὀνόματι Αἰνέα, ὁ ὁποῖος ἦταν ἐπὶ ὀκτὼ ἔτη παράλυτος ἐπάνω σ’ ἕνα κρεββάτι.

   Καὶ τοῦ εἶπε ὁ Πέτρος: Αἰνέα, ὁ Ἰησοῦς ὁ Χριστὸς σὲ θεραπεύει ἀπὸ τὴν ἀσθένειά σου. Σήκω καὶ στρῶσε μόνος σου τὸ κρεββάτι σου. Κι ἀμέσως ἐκεῖνος σηκώθηκε ὑγιής.

   Καὶ τὸν εἶδαν ὅλοι, ὅσοι κατοικοῦσαν τὴν Λύδδα καὶ τὴν περιοχὴ τοῦ Σάρωνος, οἱ ὁποῖοι πίστευσαν κ’ ἐπέστρεψαν στὸν Κύριο, παρακινηθέντες ἀπὸ τὸ θαῦμα αὐτό.

   Στὴν Ἰόππη δέ, ζοῦσε μία μαθήτρια τοῦ Κυρίου, ὀνόματι Ταβιθά, τῆς ὁποίας τὸ ὄνομα στὴν ἑλληνικὴ σημαίνει Δορκάς. Αὐτὴ ἦταν γεμάτη ἀπὸ καλὰ ἔργα καὶ ἐλεημοσύνες, τὶς ὁποῖες ἔκανε συνεχῶς.

   Συνέβη ὅμως κατ’ ἐκεῖνες τὶς ἡμέρες ν’ ἀσθενήσει καὶ νὰ πεθάνει. Κι ἀφοῦ, σύμφωνα μὲ τὰ ἰουδαϊκὰ ἔθιμα, τὴν ἔλουσαν καὶ τὴν ἑτοίμασαν γιὰ τὴν ταφή, τὴν ἔβαλαν στὸ ὑπερῶο.

   Κ’ ἐπειδὴ ἡ Λύδδα ἦταν κοντὰ στὴν Ἰόππη καὶ οἱ μαθητὲς εἶχαν ἀκούσει, ὅτι ὁ Πέτρος ἦταν ἐκεῖ, ἔστειλαν δύο ἄνδρες πρὸς αὐτὸν καὶ τὸν παρακαλοῦσαν νὰ μὴ ἀρνηθεῖ νὰ ἔλθει σὲ αὐτούς.

   Πράγματι ὁ Πέτρος σηκώθηκε καὶ πῆγε μαζὶ μὲ τοὺς δύο ἀπεσταλμένους. Κι ὅταν ἔφθασε, τὸν ἀνέβασαν στὸ ὑπερῶο. Ἐκεῖ δὲ παρουσιάσθηκαν σὲ αὐτὸν ὅλες οἱ χῆρες κλαίγοντας γιὰ τὸν θάνατο τῆς Ταβιθᾶς, κι ἔδειχναν στὸν Πέτρο χιτῶνες καὶ πανωφόρια, ὅσα ἔφτιαχνε, ὅταν ζοῦσε ἡ Δορκάς.

   Ὁ Πέτρος, ἀφοῦ ἔβγαλε ὅλους ἔξω ἀπ’ τὸ ὑπερῶο, γονάτισε καὶ προσευχήθηκε. Ἔπειτα στράφηκε πρὸς τὸ σῶμα καὶ εἶπε: Ταβιθά, σήκω. Κ’ ἐκείνη ἄνοιξε ἀμέσως τὰ μάτια της κι ὅταν εἶδε τὸν Πέτρο ἀνασηκώθηκε στὸ κρεββάτι της.

   Τῆς ἔδωσε τότε τὸ χέρι του ὁ Πέτρος καὶ τὴν σήκωσε. Καὶ ἀφοῦ κάλεσε τοὺς Χριστιανοὺς καὶ μάλιστα τὶς χῆρες, τοὺς τὴν παρουσίασε ζωντανή.

   Ἔγινε δὲ γνωστὸ τὸ θαῦμα αὐτὸ τῆς ἀναστάσεως σὲ ὅλη τὴν Ἰόππη καὶ πολλοὶ πίστευσαν στὸν Κύριο.