Ε Υ Χ Η
Εἰς τὸ ἅγιον Πνεῦμα.
Ἐλθὲ τὸ πάνσεπτον, τὸ παντουργόν, τὸ παντοκρατὲς Πνεῦμα, τὸ παντεπίσκοπον, τὸ ὑπέρσοφον, τὸ ὑπερδύναμον, τὸ παντοδύναμον, τὸ ἀναλλοίωτον, τὸ ἄτρεπτον, τὸ ἀπερίγραπτον, τὸ ἀκατανόητον, τὸ ἀνεξιχνίαστον, τὸ ἀπειροδύναμον, τὸ ἀπειρόδωρον, τὸ ἀπειράγαθον, τὸ πληρωτικὸν παντὸς κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον δὲ τῷ παντὶ κατὰ τὴν δύναμιν· ἡ αὐτοζωὴ καὶ πηγὴ τῆς ζωῆς· ἡ αὐτοσοφία καὶ πηγὴ τῆς σοφίας· ἡ αὐτοδύναμις καὶ πηγὴ τῆς δυνάμεως· ὁ πανάγαθος καὶ πανοικτίρμων Θεός. Ἐλθὲ πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινὴ σοφία. Ἐλθὲ ὁ μόνος πρὸς μόνον, ὅτι μόνος εἰμὶ ὡς ὁρᾷς. Ἐλθὲ καὶ σκήνωσον ἐν ἐμοί, καὶ καθάρισόν με ἀπὸ πάσης προσβολῆς καὶ ἐπιβουλῆς τοῦ ἀντικειμένου.





