Παρασκευή 2 Ιουλίου 2021

ΕΥΧΗ Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.




Ε Υ Χ Η

Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.

Ἥν, ὡς λέγουσι τινές, ηὔχετο ὁ μέγας τῆς Θεσσαλονίκης Γρηγόριος Παλαμᾶς, ὡς ἐν τῷ βίῳ τούτῳ ὁρᾶται.*


   Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μὲν οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ τὸν οὕτω πανάσωτον, εἰκόνα καθορᾶν σου τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθαρὰ καὶ ἀμόλυντα, ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν, καὶ χείλεσιν ἀκαθάρτοις καὶ βεβήλοις περιπτύσσεσθαι ἢ παρακαλεῖν. Δίκαιον γάρ ἐστιν ἐμὲ τὸν ἄσωτον, μισεῖσθαι καὶ στυγεῖσθαι ὑπὸ τῆς σῆς καθαρότητος. Πλὴν ἐπειδή περ γέγονεν ὁ Θεός, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, θαρρῶν κἀγὼ προσέρχομαί σοι μετὰ δακρύων δεόμενος.

   Δέξαι μου τὴν παροῦσαν τῶν πολλῶν καὶ χαλεπῶν πταισμάτων ἐξαγόρευσιν, καὶ προσάγαγε τῷ μονογενεῖ σου Υἱῷ καὶ Θεῷ, ἱκετηρίαν ποιοῦσα, ὅπως γένηται ἵλεως τῇ ἀθλίᾳ μου καὶ ταλαιπώρῳ ψυχῇ, διὰ γὰρ τὸ πλῆθος τῶν ἀνομιῶν μου, κωλύομαι πρὸς αὐτὸν ἀτενίσαι καὶ αἰτῆσαι συγχώρησιν· διὰ τοῦτο σὲ προβάλλομαι πρέσβυν καὶ μεσῖτιν. Ὅτι πολλῶν ἀπολαύσας καὶ μεγάλων δωρεῶν παρὰ τοῦ πλαστουργήσαντός με Θεοῦ, ἀμνήμων τε πασῶν φανεὶς ὁ ἄθλιος καὶ ἀχάριστος, εἰκότως παρασυνεβλήθην τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθην αὐτοῖς· πτωχεύων ταῖς ἀρεταῖς· πλουτῶν τοῖς πάθεσιν· αἰσχύνης πεπληρωμένος· παρρησίας θείας ἐστερημένος, κατακεκριμένος ὑπὸ Θεοῦ, θρηνούμενος ὑπὸ Ἀγγέλων, γελώμενος ὑπὸ δαιμόνων καὶ μισούμενος παρὰ ἀνθρώπων, ἐλεγχόμενος ὑπὸ τοῦ συνειδότος, ὑπὸ τῶν πονηρῶν μου καταισχυνόμενος ἔργων, καὶ πρὸ θανάτου νεκρὸς ὑπάρχων, καὶ πρὸ τῆς κρίσεως αὐτοκατάκριτος ὤν, καὶ πρὸ τῆς ἀτελευτήτου κολάσεως αὐτοτιμώρητος τυγχάνων ὑπὸ τῆς ἀπογνώσεως. Δι’ ὃ δὴ εἰς τὴν σὴν καὶ μόνην καταφεύγω ἀντίληψιν. Δέσποινα Θεοτόκε, ὁ τῶν μυρίων ταλάντων ὀφειλέτης· ὁ ἀσώτως μετὰ πορνῶν τὴν πατρικὴν δαπανήσας οὐσίαν· ὁ πορνεύσας ὑπὲρ τὴν Πόρνην, ὁ παρανομήσας ὑπὲρ τὸν Μανασσῆν, ὁ ὑπὲρ τὸν πλούσιον ἄσπλαγχνος γεγονώς, ὁ λαίμαργος δοῦλος, ὁ τῶν πονηρῶν λογισμῶν δοχεῖον, ὁ τῶν αἰσχρῶν καὶ ρυπαρῶν λόγων θησαυροφύλαξ, ὁ πάσης ἀγαθῆς ἐργασίας ἀλλότριος.

   Ἐλέησόν μου τὴν ταπείνωσιν· οἰκτείρησόν μου τὴν ἀσθένειαν· μεγάλην ἔχεις τὴν παρρησίαν πρὸς τὸν ἐκ σοῦ τεχθέντα· οὐδεὶς δύναται, ὡς σύ, Μῆτερ Θεοῦ. Πάντα γὰρ ἰσχύεις, ὡς πάντων ὑπερέχουσα τῶν κτισμάτων· καὶ οὐδέν σοι ἀδύνατον, ἐὰν θελήσῃς μόνον. Μὴ οὖν παρίδῃς μου τὰ δάκρυα· μὴ βδελύξῃ μου τὸν στεναγμόν· μὴ ἀπώσῃ μου τὸν ἐκ καρδίας πόνον· μὴ καταισχύνῃς μου τὴν εἰς σὲ προσδοκίαν, ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι, τὴν τοῦ ἀγαθοῦ Υἱοῦ σου καὶ Θεοῦ ἀβίαστον βιασαμένη εὐσπλαγχνίαν, ἀξίωσόν με τὸν ταλαίπωρον καὶ ἀνάξιον δοῦλον σου, τὸ πρῶτον καὶ ἀρχαῖον μου ἀπολαβεῖν κάλλος καὶ τὴν τῶν παθῶν ἀποθέσθαι ἀμορφίαν, ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, δουλωθῆναι δὲ τῇ δικαιοσύνῃ, ἐκδύσασθαι τὸν μιασμὸν τῆς σαρκικῆς ἡδονῆς, καὶ ἐνδύσασθαι τὸν ἁγιασμὸν τῆς ψυχικῆς καθαρότητος, νεκρωθῆναι τῷ κόσμῳ καὶ ζῆσαι τῇ ἀρετῇ.

   Ὁδοιποροῦντί μοι, συνόδευσον· ἐν θαλάσσῃ πλέοντι, σύμπλευσον· ἀγρυπνοῦντά με, ἐνίσχυσον· θλιβόμενον, παραμύθησον· ὀλιγοψυχοῦντα, παρακάλεσον· ἀσθενοῦντι, ἴασίν μοι δώρησαι· ἀδικούμενον, ρῦσαί με· συκοφαντούμενον, ἀθώωσον· εἰς θάνατον κινδυνεύοντα, συντόμως προφθάσασα λύτρωσαι· τοῖς ἀοράτοις ἐχθροῖς καθ’ ἑκάστην φοβερὸν δεῖξον με, ἵνα γνῶσι πάντες οἱ ἀδίκως τυραννοῦντες, τίνος δοῦλος ὑπάρχω. Ναί, ὑπεράγαθε Δέσποινα Θεοτόκε, ἐπάκουσον τῆς οἰκτρᾶς μου δεήσεως καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου, ἡ μετὰ Θεὸν ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. Τὸν βρασμὸν τῆς σαρκός μου κατάσβεσον, τὸν ἐν τῇ ψυχῇ μου ἀγριώτατον κλύδωνα κατεύνασον, τὸν πικρὸν θυμὸν καταπράϋνον, τὸν τύφον καὶ τὴν ἀλαζονείαν τῆς ματαίας οἰήσεως ἐκ τοῦ νοός μου ἀφάνισον, τὰς νυκτερινὰς φαντασίας τῶν πονηρῶν πνευμάτων καὶ τὰς μεθημερινὰς τῶν ἀκαθάρτων ἐννοιῶν προσβολάς, ἐκ τῆς καρδίας μου μείωσον, παίδευσόν μου τὴν γλῶσσαν λαλεῖν τὰ συμφέροντα, δίδαξόν μου τοὺς ὀφθαλμοὺς βλέπειν ὀρθῶς τῆς ἀρετῆς τὴν εὐθύτητα· τοὺς πόδας μου τρέχειν ἀνυποσκελίστως ποίησον τὴν μακαρίαν ὁδὸν τῶν τοῦ Θεοῦ ἐντολῶν· τὰς χεῖρας μου ἁγιασθῆναι παρασκεύασον, ἵνα ἀξίως αἴρω αὐτὰς πρὸς τὸν ὕψιστον· κάθαρόν μου τὸ στόμα, ἵνα μετὰ παρρησίας ἐπικαλῆται Πατέρα, τὸν φοβερὸν Θεὸν καὶ πανάγιον. Ἄνοιξόν μου τὰ ὦτα, ἵνα ἀκούω αἰσθητῶς καὶ νοητῶς, τὰ ὑπὲρ μέλι καὶ κηρίον γλυκύτερα τῶν ἁγίων Γραφῶν λόγια, καὶ βιῶ κατ’ αὐτὰ ὑπὸ σοῦ κραταιούμενος.

   Δός μοι καιρὸν μετανοίας, λογισμῶν ἐπιστροφῆς, αἰφνιδίου θανάτου με ἐλευθέρωσον, κατακεκριμένον ὑπὸ τοῦ συνειδότος με ἀπάλλαξον. Καὶ τελευταῖον παράστηθί μοι ἐν τῷ χωρισμῷ τῆς ψυχῆς ἀπὸ τοῦ ἀθλίου μου σώματος, τὴν ἀφόρητον ἐκείνην ἐλαφρύνουσα βίαν, τὸν ἀνέκφραστον κουφίζουσα πόνον, τὴν ἀπαραμύθητον παρηγοροῦσα στενοχωρίαν, τῆς σκοτεινῆς με τῶν δαιμόνων λυτρουμένη μορφῆς· τοῦ πικροτάτου λογοθεσίου τῶν τελωνῶν τοῦ ἀέρος καὶ τῶν ἀρχόντων τοῦ σκότους ἐξαίρουσα, καὶ τὰ χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν διαρρήσσουσα, τῷ Θεῷ με οἰκείωσον, καὶ τῆς ἐκ δεξιῶν αὐτοῦ μακαρίας στάσεως ἐν τῷ φοβερῷ κριτηρίῳ καταξίωσον, καὶ τῶν αἰωνίων καὶ ἀκηράτων ἀγαθῶν κληρονόμον με ποίησον.

   Ταύτην σοι προσάγω τὴν ἐξομολόγησιν, Δέσποινά μου Θεοτόκε, τὸ φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν, ἡ παραμυθία τῆς ἐμῆς ψυχῆς, ἡ μετὰ Θεὸν ἐλπίς μου καὶ προστασία, ἣν εὐμενῶς πρόσδεξαι καὶ καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ ἀξίωσόν με ἐν τῷ παρόντι αἰῶνι ἀκατακρίτως μετασχεῖν τοῦ παναγίου καὶ ἀχράντου σώματος καὶ αἵματος τοῦ Υἱοῦ καὶ Θεοῦ σου. Ἐν δὲ τῷ μέλλοντι, τοῦ γλυκυτάτου καὶ οὐρανίου δείπνου τῆς τρυφῆς τοῦ Παραδείσου, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία. Τούτων δὲ τυχὼν τῶν ἀγαθῶν ὁ ἀνάξιος, δοξάσω εἰς τοὺς αἰῶνας τῶν αἰώνων, τὸ πάντιμον, καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ Υἱοῦ καὶ Θεοῦ σου, τοῦ δεχομένου πάντας τοὺς ἐξ ὅλης μετανοοῦντας ψυχῆς, διὰ σὲ τὴν γενομένην πάντων τῶν ἁμαρτωλῶν μεσίτριαν καὶ ἐγγυήτριαν· διὰ γὰρ σοῦ, πανύμνητε καὶ ὑπεράγαθε Δέσποινα, περισώζεται πᾶσα βροτεία φύσις, αἰνοῦσα καὶ εὐλογοῦσα Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὴν παναγίαν Τριάδα καὶ ὁμοούσιον, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 51-53.