Παρασκευή 9 Απριλίου 2021

ΕΥΧΗ Εἰς τὸν ἄναρχον Θεὸν καὶ Πατέρα.




Ε Υ Χ Η

Εἰς τὸν ἄναρχον Θεὸν καὶ Πατέρα.

Νικηφόρου τοῦ Βλεμμίδου.*


   Δέσποτα Παντοκράτορ· ὁ ὑπεράναρχος καὶ ὑπέρζωος καὶ ὑπέρθεος Νοῦς, ὁ Πατήρ· ἡ ὑπερώνυμος ὕπαρξις· ἡ ἀΐδιος καὶ κρυφία, καὶ ὑπὲρ νοῦν πηγὴ τῶν ζωηρρύτων καὶ ἀρχιφώτων πηγῶν τῆς ἀγαθότητος καὶ τῆς δόξης. Ὁ στηρίζων ἄκρα οὐρανοῦ ἐν ἀφάτῳ ἰσχύϊ τοῦ παναγίου σου Πνεύματος, διὰ τοῦ παντουργοῦ σου Υἱοῦ καὶ Λόγου, ὡς οἶδας αὐτός, καὶ μετεωρίσας τὴν γῆν ἐπ’ οὐδενός· καὶ νέφεσιν ἐνειλίξας τὴν ἄβυσσον· ἡ ὑπὲρ ἔννοιαν ἀγαθότης· ἡ ἀπειροτάτη φιλανθρωπία· ὁ Θεὸς πάσης παρακλήσεως καὶ ἐλπίδος. Ὁ τῷ Πνεύματί σου τῷ ἁγίῳ, πρότερον μὲν τὰς Δυνάμεις τῶν οὐρανῶν στερεώσας. Ἔπειτα δέ, αὐτὸ τοῖς ἁγίοις Ἀποστόλοις ἐν εἴδει πυρὸς ἐκχέας· ὁ τὸ μέγα καὶ φρικτὸν τῆς ἐνσάρκου οἰκονομίας τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν εὐδοκήσας τελεσιουργηθῆναι μυστήριον, διὰ τὴν σωτηρίαν ἡμῶν. Ὁ ὑφ’ ἡμῶν τῶν ἁμαρτωλῶν δυσφημούμενος καὶ μὴ ὀργιζόμενος· καταφρονούμενος καὶ ἀνεχόμενος· ἀθετούμενος καὶ μακροθύμως φέρων· καὶ πάντα παρέχων ἡμῖν, τοιούτοις οὖσι, πλουσίως εἰς ἀπόλαυσιν, πάντας εἰς μετάνοιαν ἀγαγεῖν βουλόμενος· ὁ πᾶσαν τὴν κτίσιν εὐεργετῶν ἀεὶ τῷ ἐλέει σου, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν σου, πλουσίας τοῖς ἐπικαλουμένοις σε παρέχων τὰς δωρεάς.

   Αὐτός, πανάγαθε Δέσποτα, πρόσδεξαι κἀμοῦ τὰς δεήσεις τοῦ ἀχρείου δούλου σου, τοῦ εἰς σὲ καὶ μόνον ἐλπίζοντος· οἴκτειρόν με καὶ τῷ σῷ φόβῳ πᾶσαν μου ἀσφάλισον τὴν ζωήν· ἀφάνισον τῶν ἁμαρτιῶν μου τὰ πονηρὰ φορτία· φώτισόν μου τὰ ὄμματα τῆς ψυχῆς· τὰς σάρκας μου ἅγνισον· τὴν διάνοιάν μου συνέτισον· τὴν καρδίαν μου ταπείνωσον· ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα· θοῦ φυλακὴν τῷ στόματί μου, καὶ θύραν

περιοχῆς περὶ τὰ χείλη μου· ρῦσαί με ἀπὸ παντὸς ἔργου μωμητοῦ καὶ λογισμοῦ βεβήλου· ἐνίσχυσον με ἀποστρέφεσθαι λογισμῷ βεβαίῳ, πᾶσαν ἡδύτητα γεηράν, εὐόδωσόν με διανῦσαι τὴν στενὴν ὁδὸν καὶ τεθλιμμένην· ἕλκυσον μου πρὸς οὐρανὸν τὸ φρόνημα· δός μοι δάκρυα μετανοίας, ἵνα πενθῶ διὰ τὰς πρότερον γενομένας μοι ἀνομίας· ἐνίσχυσόν με εἰς δοξολογίαν σήν, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ σου Πνεύματος.

   Καταξίωσόν με ταῖς ἀρεταῖς ἐπὶ τῆς γῆς, ὡς ἐν οὐρανῷ πολιτεύεσθαι. Καὶ ἐπὶ πᾶσι τούτοις ἔνδυσόν με θώρακα ἰσχυρόν, τὴν μέχρι τέλους ὑπομονήν. Καὶ στήριξον, Δέσποτα, τὴν σαθρότητα τῆς ὀλισθηρᾶς μου προαιρέσεως, ἑστῶτος ἐνώπιον τῆς ἁγίας δόξης σου, καὶ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος. Ὅτι τὸ ἔλεός σου, Κύριε, μέγα καὶ κραταιὸν ἐπὶ πάντας τοὺς ἐλπίζοντας ἐπὶ σέ. Πέποιθα ἐπὶ τὸ ἔλεός σου· οὐκ ἔχω ποῦ ἀτενίσαι, πλὴν τοῦ ἐλέους σου. Τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστί. Τὸ ἔλεός σου διαπαντὸς ἀντιλάβοιτό μου· τὸ ἔλεός σου καταδιώξαι με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τὸ ἔλεός σου προφθάσαι με· ἐν τῷ οὐρανῷ τὸ ἔλεος σου· πλήρης ἡ γῆ τοῦ ἐλέους σου· ρῦσαι με Κύριε, ἀπὸ πάσης ἐπιβουλῆς ἀοράτων καὶ ὁρατῶν δυσμενῶν, ἀπὸ παντὸς κινδύνου ψυχικοῦ καὶ σωματικοῦ· καὶ ἀπὸ πάσης με αἰσχύνης, τῆς ἐκ τῶν παθῶν εἰς τὸ παντελὲς ἐλευθέρωσον.

   Πρόσδεξαί μου πάσας τὰς προσαγομένας σοι δοξολογίας καὶ αἰνέσεις καὶ δεήσεις, ὡς θυμίαμα ἐνώπιόν σου· καὶ δόξασον ἐν ἐμοὶ τὸ πανάγιόν σου ὄνομα. Περίφραξόν με δυνάμεσιν ἱεραῖς, ὡς ἂν κατοχυρούμενος καὶ ὑπ’ αὐτῶν σοφιζόμενος, τὰ συνοίσοντα πάσαις μὲν πολεμίων βολίσιν ἄτρωτος διαμένων· ἐν πάσῃ δὲ γνώσει, καλῶς καὶ ἀνεπιλήπτως διάγω. Πᾶν νόημα, πάντα λόγον, πᾶσαν πρᾶξιν μου πρὸς τὸ σὸν πανάγιον κατεύθυνον θέλημα, κατὰ πάντα στοιχοῦντος τοῖς σωτηρίοις νόμοις σου. Σοῦ γάρ ἐστι τὸ ἔλεος, σοῦ τὸ κράτος, σοῦ ἡ δύναμις, σοῦ ἡ ἐξουσία, καὶ σοὶ τὴν δόξαν, καὶ εὐχαριστίαν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 39-41.