Παρασκευή 23 Απριλίου 2021

ΕΥΧΗ Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν.




Ε Υ Χ Η

Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν.

Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἐφραίμ.


   ἀναμάρτητος Υἱὸς τοῦ Θεοῦ· ὁ ἑκουσίᾳ βουλῇ σταυρὸν ὑπομείνας σωματικῶς, καὶ σφαγεὶς ὑπὲρ τῆς σωτηρίας ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἀδιαφθόρως τῇ σαρκὶ γευσάμενος θανάτου, ἵνα σώσῃς τὴν ἔκπτωτον φύσιν ἡμῶν, καθειρχθεῖσαν ἐν τοῖς κατωτάτοις τῆς γῆς· ὁ νεκρὸς ὁραθεὶς καὶ ζωὴν πηγάσας τῷ κόσμῳ σου, καὶ νεκρώσας τὸν θάνατον, καὶ ὡς σκηνὴν καταλύσας τοῦ ᾅδου τὸ δεσμωτήριον· ὁ ὄμβρος τῆς ἀφθαρσίας, ὁ ἐκ τῆς θείας ἀστραπῆς ὑπέρτιμος μαργαρίτης· ὁ ζωηφόρος βότρυς γλυκασμὸν ἀποστάζων τῆς σωτηρίας παγκόσμιον. Τὸ φῶς τὸ ἀληθινὸν καὶ ἀνέσπερον· ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος καὶ σοφία καὶ δύναμις, τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ· ἀκατάληπτε Ἰησοῦ καὶ ἀνεξερεύνητε Χριστέ· ὁ μόνος οἰκτίρμων καὶ συμπαθής· ἔκχεον ἐπ’ ἐμὲ τὸν ἁμαρτωλὸν τὴν πολλήν σου ἀγαθότητα, καὶ δεξάμενός μου τὰς ἱκεσίας, ἐξάλειψον τὰ πλήθη τῶν ἀπείρων μου ἀνομιῶν καὶ ἁμαρτιῶν, καὶ δώρησαί μοι πάντα τὰ αἰτήματά μου· μὴ ἀποδοκιμάσῃς με τὸν ἀδιόρθωτον· μὴ ἀπορρίψῃς τὸν ράθυμον καὶ ἀνυπομόνητον· μὴ εἴπῃς μοι τῷ ἀθλίῳ ἐν τῇ δευτέρᾳ παρουσίᾳ σου, ὅταν κρίνῃς τὸν κόσμον ἅπαντα. Τί ὑπέμεινας δι’ ἐμέ; ὅτι οὐκ ἔχω μικράν που ποτὲ ὑπομονήν.

   Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ, ἐρεῖς ἡμῖν, Κύριε, τοῖς ἁμαρτωλοῖς· οἴδατε ἀκριβῶς, τί ὑπέμεινα δι’ ὑμᾶς, ὦ ἄνθρωποι. Θεὸς ὢν δι’ ὑμᾶς ἐσαρκώθην· ἀόρατος ὤν, δι’ ὑμᾶς ἐπὶ τῆς γῆς ἐμφανῶς ἐβάδισα· δι’ ὑμᾶς ἐπείνασα· δι’ ὑμᾶς ἐδιώχθην, ἐλιθάσθην· καὶ ἀναμάρτητος ὤν, δι’ ὑμᾶς κατεκρίθην· καὶ ἀνέγκλητος ὤν, δι’ ὑμᾶς ἐρραπίσθην, ἐνεπτύσθην· καὶ ἀπαθὴς ὤν, δι’ ὑμᾶς ἐσταυρώθην· καὶ ἀθάνατος ὤν, δι’ ὑμᾶς ἐθανατώθην· θάνατον ὑπέμεινα ἐπονείδιστον· δι’ ὑμᾶς λόγχῃ τὴν πλευρὰν ἐκεντήθην· καὶ ὄξος, μεμιγμένον ὑσσώπῳ καὶ χολῇ, ἐποτίσθην· καὶ οὕτω πάσχων, προσηλωμένος ἐν τῷ σταυρῷ, οὐκ ὠργίσθην· καὶ μυκτηριζόμενος, οὐ κατηρασάμην· ἐγὼ ὁ Δεσπότης, ὁ ἀνώτερος ὢν πάντων τῶν ἐγκλημάτων. Ταῦτα πάντα ὑπέμεινα δι’ ὑμᾶς, ἵνα ποιήσω ὑμᾶς οὐρανίους καὶ ἁγίους· βασιλείαν οὐράνιον ἐχαρισάμην· παράδεισον ἄφθαρτον ἐδωρησάμην ὑμῖν· πάντας ἀδελφοὺς ἐκάλεσα· τῷ Πατρὶ προσήνεγκα· τὸ Πνεῦμα τὸ ἅγιον κατέπεμψα. Τί οὖν ὑμεῖς ὑπεμείνατε, ὦ ἄνθρωποι, δι’ ἐμέ;

   Πρὸς ταῦτα τί ἐρῶ ὁ τάλας ἐγώ; ὁ καὶ πρῶτον πονηρὸς καὶ ἁμαρτωλός, καὶ νῦν ἀσεβὴς καὶ βέβηλος; Τότε, μάρτυρες μέν, ἐπιδείξουσι τὰς πληγὰς αὐτῶν, τὰς στρεβλώσεις, τῶν μελῶν τὰς ἐκκοπάς, καὶ τὴν εἰς τέλος καρτερίαν αὐτῶν. Ἀσκηταὶ δέ, δείξουσι τὴν ἄσκησιν αὐτῶν καὶ ἐπιτεταμένην νηστείαν, τὴν ἀγρυπνίαν, τὴν ἀκτημοσύνην, τὰ δάκρυα καὶ τὴν εἰς τέλος ὑπομονὴν αὐτῶν· ἐγὼ δὲ ὁ ράθυμος, ὁ ἁμαρτωλός, ὁ ὑπεύθυνος, τί ἔχω δεῖξαι; εἰμὴ τὸν καρπὸν τῆς αἰσχύνης μου· γαστριμαργίαν, φιληδονίαν, πολυλογίαν, πολυϋπνίαν, πολυκτημοσύνην, ἀνυπομονησίαν, κενοδοξίαν, ραθυμίαν, ἀμέλειαν. Εἰ γοῦν ἀπαιτήσεις με λόγον, Κύριε, περὶ τοῦ δοθέντος μοι πρὸς μετάνοιαν καιροῦ, ἕνεκεν τῆς ἀμελείας μου, ποίαν ἀποδώσω σοι ἀπολογίαν; εἰδὲ καὶ ἕως ἀργοῦ λόγου, ὡς γέγραπται, καὶ πονηρῶν λογισμῶν, καὶ μέχρι πονηρῶν ἐνθυμήσεων ἐξετασθήσομαι, ποῖος με τότε φόβος καὶ κλόνος τὸν δείλαιον λήψεται; Ποία δὲ μετὰ ταῦτα βάσανος διαδέξεται;

   Φεῖσαι Κύριε! φεῖσαι εὔσπλαγχνε, φεῖσαι φιλάνθρωπε, φεῖσαι μόνε ἀγαθέ! καὶ μὴ ἀνάξιον κρίνῃς με τῶν σῶν οἰκτιρμῶν· «μὴ τῷ θυμῷ σου ἐλέγξῃς με»· μὴ μνησθῇς ἀρχαίων μου ἀνομιῶν, μηδὲ τῶν προσφάτων. «Σοὶ Κυρίῳ τῷ Θεῷ ἡ δικαιοσύνη, ἐμοὶ δὲ ἡ αἰσχύνη τοῦ προσώπου. Μνήσθητι Κύριε, ὅτι τὰ ἐλέη σου ἀπὸ τοῦ αἰῶνός εἰσιν εἰς γενεὰν καὶ γενεὰν ἐπὶ πάντα τὸν λαόν σου». Μνήσθητι Κύριε, ὅτι σὺ πάντων ἡμῶν ἐγενήθης καταφυγή, καὶ σωτηρία τῶν ἐλπιζόντων ἐπὶ σέ· σπλαγχνίσθητι καὶ ἐλέησόν με διὰ μόνην τὴν σὴν ἀγαθότητα· στήριξον τὴν παρειμένην μου ψυχὴν τῇ ραθυμίᾳ τῆς ἀμελείας, ὁ ἀνορθῶν τοὺς κατερραγμένους· ἰδοὺ γὰρ αἱ ἀνομίαι μου μεγάλαι καὶ ἰσχυραί, καὶ τὸ πλῆθος τῶν ἁμαρτιῶν μου πολὺ καὶ ἄπειρον, καὶ ἡ εὐχή μου ἀσθενὴς ὑπάρχει, καὶ ἡ σκληρότης τῆς καρδίας μου ἐξήρανε

τοὺς ὀφθαλμούς μου· ἡ ἀνάγκη τοῦ σώματος παρέχει μοι προφάσεις ἐν ἁμαρτίαις, ἡ ἀμέλεια ἀποστῆναι τῆς ὁδοῦ προάγει με.

   Σὺ δὲ γινώσκεις, Δέσποτα, τὴν ὀλιγωρίαν τῆς ταλαιπωρίας μου, καὶ ὅσαι μοι πολεμοῦσι πονηραὶ προλήψεις· καὶ βλέπεις τὴν κατ’ ἐμοῦ πολυμήχανον κακίαν τοῦ ἐχθροῦ. Ἀντιλαβοῦ μου κατὰ τὸ μέγα ἔλεός σου, καὶ σῶσον με τὸν ἀσεβῆ, χάριτι καὶ οἰκτιρμοῖς. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ πάντων σου τῶν ἁγίων. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν, καὶ εὐχαριστίαν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 41,42.