Σάββατο 3 Φεβρουαρίου 2024

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΚΥΡΙΑΚΗΣ




ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΚΥΡΙΑΚΗΣ ΙΕ΄ ΜΑΤΘΑΙΟΥ

(Ματθ. κβ΄ 35 - 46)


   «Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων·

   διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;

   ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.

αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή.

   δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

   ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.

   Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς

   λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· τοῦ Δαυΐδ.

   λέγει αὐτοῖς· πῶς οὖν Δαυΐδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων,

   εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;

   εἰ οὖν Δαυΐδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱός αὐτοῦ ἐστι;

   καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.»



Ἀπόδοση στὴν νεοελληνική:

   Τὸν καιρὸ ἐκεῖνο, ἦλθε ἕνας νομοδιδάσκαλος στὸν Ἰησοῦ καὶ τὸν ρώτησε, μὲ τὴν πονηρὴ διάθεση νὰ τὸν φέρει σὲ δύσκολη θέση, λέγοντας:

   Διδάσκαλε, ποιά εἶναι ἡ μεγαλύτερη ἐντολὴ μέσα στὸν νόμο;

   Κι ὁ Ἰησοῦς ἀπάντησε σ’ αὐτόν: Ν’ ἀγαπᾶς Κύριο τὸν Θεό σου μὲ ὅλη τὴν καρδιά σου καὶ μὲ ὅλη τὴν ψυχή σου καὶ μὲ ὅλη τὴν διάνοιά σου.

   Αὐτὴ εἶναι ἡ πρώτη καὶ μεγάλη ἐντολή.

   Καὶ δεύτερη ἐντολὴ ὅμοια μὲ αὐτὴν· ν’ ἀγαπᾶς τὸν πλησίον σου σὰν τὸν ἑαυτό σου.

   Ἐπάνω στὶς δύο αὐτὲς ἐντολὲς ὅλος ὁ νόμος καὶ οἱ προφῆτες στηρίζονται.

   Κι ἐνῶ ἦσαν συγκεντρωμένοι οἱ Φαρισαῖοι, τοὺς ρώτησε ὁ Ἰησοῦς

   λέγοντας: Ποιά γνώμη ἔχετε περὶ τοῦ Χριστοῦ; Τίνος εἶναι ἀπόγονος; Λέγουν σὲ αὐτόν: Εἶναι ἀπόγονος τοῦ Δαυΐδ.

   Λέγει σ’ αὐτούς: Ἐὰν εἶναι ἕνας ἁπλὸς καὶ μόνον ἀπόγονος τοῦ Δαυΐδ, πῶς τότε ὁ Δαυΐδ, ἐμπνεόμενος ἀπὸ τὸ Ἅγιο Πνεῦμα, τὸν ὀνομάζει Κύριο καὶ Θεὸ λέγοντας,

   "εἶπε ὁ Κύριος καὶ Θεὸς στὸν Κύριό μου καὶ Θεό, τὸν Χριστό, κάθισε στὰ δεξιά μου ἐπὶ τοῦ θρόνου, μέχρις ὅτου θέσω τοὺς ἐχθρούς σου ὑποπόδιο, πάνω στὸ ὁποῖο θὰ πατοῦν τὰ πόδια σου;"

   Ἐὰν λοιπὸν ὁ Δαυῒδ τὸν ὀνομάζει Κύριο καὶ Θεό, πῶς εἶναι ἁπλὸς ἀπόγονός του, ὅπως ἐσεῖς νομίζετε;

   Καὶ κανεὶς δὲν μπόρεσε οὔτε λέξη ν’ ἀπαντήσει οὔτε τόλμησε κανεὶς ἀπ’ ἐκείνη τὴν ἡμέρα νὰ τὸν ρωτήσει ποτὲ πλέον.