Παρασκευή 20 Νοεμβρίου 2020

ΕΥΧΗ Εἰς τὴν παναγίαν καὶ ὁμοούσιον Τριάδα.



 

Ε Υ Χ Η

Εἰς τὴν παναγίαν καὶ ὁμοούσιον Τριάδα.

Τοῦ νομοφύλακος Ἰωάννου Διακόνου τοῦ Εὐγενικοῦ, ἀδελφοῦ Μάρκου τοῦ Ἐφέσου.*

 

   ἐν προσκυνητῇ Τριάδι δοξαζόμενος εἷς Θεός, ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἡ μακαρία φύσις, ἡ ὑπερούσιος οὐσία, ἡ ἄμετρος ἀγαθότης, ὁ ἀκένωτος τῶν καλῶν θησαυρός, ἡ ἄπειρος τῆς εὐσπλαγχνία ἄβυσσος, τὸ τῆς φιλανθρωπίας ἀνεκδιήγητον πέλαγος, ἡ παναγία καὶ ζωαρχικὴ Τριάς, ἡ τὴν ὑπερκόσμιον ἅπασαν καὶ τὴν ἐγκόσμιον κτίσιν, διὰ μόνην ἀγαθότητα, ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγοῦσα καὶ προμηθουμένη καὶ συνέχουσα, ἡ τῆς πλάνης τὸν κόσμον ἐλευθερώσασα, Θεοῦ Πατρὸς εὐδοκίᾳ καὶ αὐτουργίᾳ τοῦ Λόγου, καὶ ἐπελεύσει τοῦ Πνεύματος ἁγίου, καὶ τὴν φύσιν ἡμῶν τῆς ἁμαρτίας λυτρωσαμένη. Σύ με φώτισον, ὁ ὑπέρφωτος Θεός· σύ με ἁγίασον, ὁ ὑπεράγιος Κύριος· σύ με κάθαρον, ὁ μόνος καθαρὸς καὶ ἀκήρατος. Ἀγάθυνόν με, Θεὲ τρισυπόστατε, ὁ μόνος καθαρὸς καὶ ὑπεράγαθος· θεοποίησόν με χάριτί σου κατὰ μέθεξιν, ὁ μόνος ἀληθινὸς Θεός· ἐνδυνάμωσόν με, ὁ ἰσχυρός· ζωοποίησόν με, ὁ ζῶν καὶ ἀθάνατος· σόφισόν με ὁ ὑπέρσοφος, εἰς ἔνθεον ἔρωτα τῆς σῆς ἀγάπης με πτέρωσον, οἰκείωσόν με σαυτῷ, Θεὲ ὑπερούσιε, ὑπέρζωε καὶ ὑπέρφωτε, καὶ μὴ ἀποξενώσῃς με τῆς σῆς χρηστότητος, διὰ τὴν ἐμὴν ἀναξιότητα.

   Εὐχαριστῶ σοι Δέσποτα, Θεὲ Παντοδύναμε, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναί με παρήγαγες, ὅτι ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου, ὅτι ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ὅτι κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσίν με ἐποίησας, ὅτι τὴν εὐσέβειαν ἐδωρήσω μοι, ὅτι τοῖς μυστηρίοις τῆς Ἐκκλησίας με ἡγίασας, ὅτι τρέφεις με ἐκ νεότητος πᾶσι τοῖς ἀγαθοῖς σου, ὁ ἀνοίγων τὴν χεῖρα καὶ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας. Σὺ γὰρ εἶ Θεὸς καὶ πηγὴ τῶν ἀγαθῶν, ἡ ἀρχὴ καὶ τὸ τέλος πάντων. Σὺ Κύριε εἶ, καὶ Δεσπότης τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ζωῆς τε καὶ θανάτου· καὶ ἡ πνοὴ πάντων ἐν τῇ χειρί σου· εὐφραίνεις εὐεργετῶν καὶ σωφρονίζεις νουθετῶν, ἐπιστύφων λυπεῖς ὡς σοφὸς ἰατρός· ἀλλὰ θεραπεύεις ὡς θαυμαστὸς οἰκονόμος, παιδεύεις πατρικῶς καὶ παρηγορεῖς αὖθις ἱλαρῶς, ἀνακαλούμενος τὸ ἡμέτερον ράθυμον. Δόξα τῇ ποικίλῃ σοφίᾳ σου. Δόξα τῇ ἀρρήτῳ προνοίᾳ καὶ δυνάμει σου. Δόξα τῇ ἀπείρῳ φιλανθρωπίᾳ σου.

   Ρῦσαι ἡμᾶς ἀπὸ πάντων ἐχθρῶν, ὁρωμένων τε καὶ ἀοράτων· λύτρωσαι ἡμᾶς ἀπὸ παντὸς πειρασμοῦ· ὄρεξον χεῖρα ἀγαθήν, βοηθόν, κραταιάν, ἐξέλκουσαν ἡμᾶς τῶν βαθέων ὑδάτων, τῶν τοῦ κόσμου τρικυμιῶν καὶ τοῦ βυθοῦ τῆς δεινῆς ἀπογνώσεως. Κυβέρνησον ἡμῶν τὴν ζωήν, ὁ μέγας καὶ θαυμαστὸς οἰκονόμος καὶ ὁδηγός. Γενέσθω τὸ σόν, πανάγαθε, θέλημα καὶ ἐφ᾿ ἡμῖν ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Παραμύθησαί μου τὴν καρδίαν τῇ ἀρρήτῳ σου γλυκύτητι ἡ ξένη τῶν Ἀγγέλων χαρμονή· ἀνακουφισάτω μου τὴν ψυχὴν ἡ κατανόησις τῆς μελλούσης ἀϊδίου ἐν σοὶ χαρᾶς καὶ τρυφῆς. Ἀξίωσόν με καὶ νῦν, καὶ μετὰ τὴν παροῦσαν ζωήν, συνεῖναί σοι τῷ Κυρίῳ καὶ Θεῷ μου, τοῦ ὁρᾶν τὸν πλοῦτον τῆς χρηστότητός σου, καὶ ἀπολαύειν τῆς βασιλείας σου, καὶ ἐμφορεῖσθαι τῶν ἀγαθῶν σου, καὶ κατανοεῖν τὸ πρόσωπόν σου διαπαντός.

   Ναί, Βασιλεῦ ἅγιε, Θεὲ τρισυπόστατε ἀληθινέ, Ποιητά μου καὶ Δημιουργὲ τοῦ παντός. Διὰ πρεσβειῶν τῆς Ὑπεραγίας Θεοτόκου, τῶν ἁγίων θεοειδῶν Ἀγγέλων, καὶ πάντων τῶν ἀπ᾿ αἰῶνος Ἁγίων. Σὺ γὰρ εἶ ἡ ἀρχὴ καὶ ἡ πηγὴ παντὸς τελείου δωρήματος, καὶ πάσης δόσεως ἀγαθῆς· ὁ ἄναρχος Νοῦς, ὁ τῶν φώτων Πατήρ. Καὶ σὺ εἶ ὁ φιλάνθρωπος Λόγος, ὁ Κύριος Ἰησοῦς Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ τὸν κόσμον καὶ τὸ ἀνθρώπινον γένος ἐλευθερώσας ἐκ τῆς ἐπιβουλῆς τοῦ ἀντικειμένου. Καὶ σὺ εἶ ὁ Παράκλητος Θεός, τὸ Πνεῦμα τὸ ἅγιον, παρ᾿ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει. Σοὶ οὖν τῷ ἐν Τρισὶ προσκυνηταῖς ὑποστάσεσιν ὑμνουμένῳ ἑνὶ Θεῷ, τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ», Βόλος 1980, σελ. 15,16.