Παρασκευή 27 Νοεμβρίου 2020

ΕΥΧΗ Εἰς τὸν Παντοκράτορα καὶ φιλάνθρωπον Θεὸν καὶ Πατέρα.




Ε Υ Χ Η

Εἰς τὸν Παντοκράτορα καὶ φιλάνθρωπον Θεὸν καὶ Πατέρα.

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου.

 

   Δέσποτα Θεὲ τῶν ἁπάντων, Πάτερ ὑπεράγαθε· ὁ ὢν ἀεὶ καὶ διαμένων· ὁ προὼν ὑπερανάρχως παντὸς αἰῶνος, καὶ ἀεὶ ὡσαύτως ἔχων τὸ εἶναι μήτε ἀρξάμενον, μήτε παυσόμενον. Ὁ τῇ οὐσίᾳ ἀκατανόητος, καὶ τῷ μεγέθει ἀπεριόριστος, καὶ τῇ ἀγαθότητι ἄπειρος. Ἡ πηγαία καὶ ἀνέκφραστος ἄβυσσος τῆς δυνάμεως καὶ τῆς σοφίας. Εὐλογῶ σε, ὅτι ἐπέβλεψας ἐν ἐλέει καὶ οἰκτιρμοῖς ἐπὶ τὴν ἐμὴν ἀθλιότητα, καὶ ἐλυτρώσω με τοῦ πηλοῦ καὶ τῆς πλινθείας τοῦ μοχθηροῦ καὶ ματαίου κόσμου, καὶ τῶν ἐξ αὐτοῦ πολλῶν καὶ ποικίλων βρόχων τοῦ πονηροῦ Ἄρχοντος τοῦ σκότους τοῦ αἰῶνος τούτου. Εὐλογῶ σε, Κύριε, ὅτι ἐθαυμάστωσας ἐπ᾿ ἐμὲ τὸν ἁμαρτωλὸν τὰ ἐλέη σου· καὶ κατὰ πάντα μοι φιλανθρωπότατος γέγονας, καὶ τροφεύς, καὶ κυβερνήτης, καὶ φύλαξ, καὶ ἀντιλήπτωρ, καὶ καταφυγή, καὶ Σωτήρ, καὶ κηδεμὼν ψυχῆς τε καὶ σώματος. Εὐλογῶ σε Κύριε, ὅτι πολλὴν καὶ ἄπειρον τὴν φιλανθρωπίαν σου ἀνέδειξας εἰς ἐμὲ τὸν ἀνάξιον· ὅτι καθ᾿ ἑκάστην ὑπὸ τῆς οἰκείας ρᾳθυμίας τῷ διαβόλῳ ἀπ᾿ ἐμαυτοῦ προδιδόμενον, διαφυλάττεις καὶ σώζεις με, καὶ τῶν αὐτοῦ ἀφαρπάζεις παγίδων. Εὐλογῶ σε, Κύριε, ὅτι ἐδωρήσω μοι ἐξουσίαν μετανοίας ἐπὶ ταῖς ἁμαρτίαις μου, καὶ μυρίας ἀφορμὰς ἐπιστροφῆς ὑπέδειξας ἀπὸ τῆς μοχθηρίας μου. Εὐλογῶ σε, Κύριε, ὅτι ἀδυνατοῦντος ἐπιρρωνύεις μου τὴν ἀσθένειαν, καὶ οὐκ ἐᾷς με ὅλως καταπεσεῖν· ἀλλ᾿ εὐθὺς ὀρέγεις μοι χεῖρα βοηθείας ἄνωθεν, καὶ πρὸς σεαυτὸν ἐπανάγεις.

   Τί ἀνταποδώσω σοι, Δέσποτα πανάγαθε, περὶ πάντων, ὧν ἐποίησας καὶ ποιεῖς ἀγαθῶν περὶ ἐμὲ τὸν ἁμαρτωλόν; τίνα εὐχαριστίαν ἀναπέμψω σοι; ἀπὸ γοῦν τῆς ἡμέρας ἕως νυκτός, ὡς χελιδών, οὕτω φωνήσω· καὶ ὡς ἀηδών, οὕτως ἀλαλάξω· καὶ οὐ παύσομαι εὐλογῶν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τὸν Ποιητὴν καὶ εὐεργέτην καὶ κηδεμόνα μου. Ἐγὼ μὲν Κύριε, οὐκ εἰμὶ ἄξιος πρὸς σὲ φθέγξασθε, διότι σφόδρα ἁμαρτωλὸς τυγχάνω. Εὐχαριστῶ σοι, Κύριε, ὅτι ἐμακροθύμησας ἐπὶ τοῖς παραπτώμασί μου, καὶ ἄχρι τοῦ νῦν, ἀτιμώρητόν με εἴασας. Εὐχαριστῶ σοι, Κύριε, ὅτι οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Ἐγὼ μὲν γὰρ ἄξιός εἰμι πολλὰ παθεῖν καὶ ἀπορριφῆναι ἀπὸ τοῦ προσώπου σου, Κύριε· ἡ δὲ ἀνεξίκακός σου φιλανθρωπία, ἐμακροθύμησεν ἐπ᾿ ἐμοί. Εὐχαριστῶ σοι, Κύριε, εἰ καὶ μὴ τυγχάνω αὐτάρκης πρὸς εὐχαριστίαν τῆς σῆς ἀνεξικακίας. Ἐλέησόν με, Κύριε, καὶ ἀπεύθυνόν μου τὴν ὁδὸν τῆς ψυχῆς, καὶ τὴν ὁδὸν τῆς ζωῆς μου εἰς τὸ θέλημά σου, καὶ κυβέρνησον, ὡς γινώσκει ἡ εὐσπλαγχνία σου· ἕνεκεν τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, τελείωσόν με εἰς πᾶν ἔργον ἀγαθὸν τῆς σῆς εὐαρεστήσεως, καὶ οὕτω με ἀπόλυσον ἐκ τοῦ ἀθλίου μου σώματος. Ὅτι σόν ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς ὁ Θεός. Καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν· σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι· νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ», Βόλος 1980, σελ. 16,17.