Σάββατο 23 Δεκεμβρίου 2023

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΚΥΡΙΑΚΗΣ




ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ

 (Ματθ. α΄ 1-25)


   «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ.

   Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,

   Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ,

   Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών,

   Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί,

   Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυΐδ τὸν βασιλέα. Δαυΐδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,

   Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ, Ῥοβοάμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά,

   Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφάτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν,

   Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν,

   Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν,

   Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.

   Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ,

   Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ,

   Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ,

   Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ,

   Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.

   Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραάμ ἕως Δαυΐδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυΐδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.

   Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου.

   Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν.

   Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου.

   τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

   Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος·

   Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός.

   Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ,

   καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.»



Ἀπόδοση στὴν νεοελληνική:

   Βιβλίο τῆς γενεαλογίας τοῦ Ἰησοῦ Χριστοῦ, ἀπογόνου κατὰ τὸ ἀνθρώπινο τοῦ βασιλέως Δαυΐδ, ποὺ ὑπῆρξε ἀπόγονος τοῦ πατριάρχου Ἀβραάμ.

   Διότι ὁ Ἀβραὰμ γέννησε τὸν Ἰσαάκ, κι ὁ Ἰσαὰκ γέννησε τὸν Ἰακώβ, κι ὁ Ἰακὼβ γέννησε τὸν Ἰούδα καὶ τοὺς ἀδελφούς του.

   Ὁ Ἰούδας γέννησε ἀπ’ τὴν νύφη του Θάμαρ τοὺς δίδυμους Φαρὲς καὶ Ζαρά, κι ὁ Φαρὲς γέννησε τὸν Ἐσρώμ, κι ὁ Ἐσρὼμ γέννησε τὸν Ἀράμ.

   Ὁ Ἀρὰμ γέννησε τὸν Ἀμιναδάβ, κι ὁ Ἀμιναδὰβ γέννησε τὸν Ναασσών, κι ὁ Ναασσὼν γέννησε τὸν Σαλμών.

   Ὁ Σαλμὼν γέννησε τὸν Βοὸζ ἀπ’ τὴν τέως ἁμαρτωλὴ Ραχάβ, κι ὁ Βοὸζ γέννησε τὸν Ὠβὴδ ἀπ’ τὴν Μωαβίτιδα Ρούθ, κι ὁ Ὠβὴδ γέννησε τὸν Ἰεσσαί.

   Ὁ Ἰεσσαὶ γέννησε τὸν βασιλέα Δαυΐδ, κι ὁ βασιλεὺς Δαυῒδ γέννησε τὸν Σολομῶντα ἀπ’ τὴν γυναῖκα τοῦ Οὐρίου.

   Ὁ Σολομὼν γέννησε τὸν Ροβοάμ, κι ὁ Ροβοὰμ γέννησε τὸν Ἀβιά, κι ὁ Ἀβιὰ γέννησε τὸν Ἀσά.

   Ὁ Ἀσὰ γέννησε τὸν Ἰωσαφάτ, κι ὁ Ἰωσαφὰτ γέννησε τὸν Ἰωράμ, κι ὁ Ἰωρὰμ γέννησε τὸν Ὀζία.

   Ὁ Ὀζίας γέννησε τὸν Ἰωάθαμ, κι ὁ Ἰωάθαμ γέννησε τὸν Ἄχαζ, κι ὁ Ἄχαζ γέννησε τὸν Ἐζεκία.

   Ὁ Ἐζεκίας γέννησε τὸν Μανασσῆ, κι ὁ Μανασσῆς γέννησε τὸν Ἀμών, κι ὁ Ἀμὼν γέννησε τὸν Ἰωσία.

   Ὁ Ἰωσίας γέννησε τὸν Ἰεχονία καὶ τοὺς ἀδελφούς του κατὰ τὴν ἐποχὴ ποὺ ἀπήχθησαν αἰχμάλωτοι στὴν Βαβυλῶνα οἱ Ἰουδαῖοι.

   Κ’ ἔπειτα ἀπ’ τὴν βίαιη αὐτὴ μετανάστευση τῶν Ἰουδαίων στὴν Βαβυλῶνα καὶ τὴν ζωή τους ἐκεῖ ὡς αἰχμάλωτοι, ὁ Ἰεχονίας γέννησε τὸν Σαλαθιήλ, κι ὁ Σαλαθιὴλ γέννησε τὸν Ζοροβάβελ.

   Ὁ Ζοροβάβελ γέννησε τὸν Ἀβιούδ, κι ὁ Ἀβιοὺδ γέννησε τὸν Ἐλιακείμ, κ’ Ἐλιακεὶμ γέννησε τὸν Ἀζώρ.

   Ὁ Ἀζὼρ γέννησε τὸν Σαδώκ, κι ὁ Σαδὼκ γέννησε τὸν Ἀχείμ, κι ὁ Ἀχεὶμ γέννησε τὸν Ἐλιούδ.

   Ὁ Ἐλιοὺδ γέννησε τὸν Ἐλεάζαρ, κι ὁ Ἐλεάζαρ γέννησε τὸν Ματθάν, κι ὁ Ματθὰν γέννησε τὸν Ἰακώβ.

   Κι ὁ Ἰακὼβ γέννησε τὸν Ἰωσήφ, τὸν μνηστῆρα τῆς Μαρίας, ἀπὸ τὴν ὁποία γεννήθηκε ὁ Ἰησοῦς ὁ ὀνομαζόμενος Χριστός.

   Ὅλες λοιπὸν οἱ γενιὲς ἀπὸ τὸν Ἀβραὰμ μέχρι τοῦ Δαυῒδ εἶναι γενιὲς δεκατέσσερις καὶ ἀπὸ Δαυῒδ μέχρι τῆς μετοικεσίας τῶν Ἰουδαίων ὡς αἰχμαλώτων στὴν Βαβυλῶνα εἶναι γενιὲς δεκατέσσερις καὶ ἀπὸ τῆς μετοικεσίας στὴν Βαβυλῶνα μέχρι τῶν ἡμερῶν τοῦ Χριστοῦ γενιὲς πάλι δεκατέσσερις.

   Ἡ γέννηση τοῦ Ἰησοῦ Χριστοῦ ἔγινε κατὰ τὸν ἑξῆς ὑπερφυσικὸ τρόπο. Ὅταν δηλαδὴ ἀρραβωνιάστηκε ἡ μητέρα του Μαρία μὲ τὸν Ἰωσήφ, χωρὶς νὰ συνοικήσουν ὡς σύζυγοι, βρέθηκε ἔγκυος ἀπὸ τὴν δημιουργικὴ ἐνέργεια τοῦ Ἁγίου Πνεύματος.

   Ὁ Ἰωσὴφ ὅμως, ὁ μνηστῆρας της, ὅταν ἀντιλήφθηκε τὴν ἐγκυμοσύνη της, πῆρε τὴν ἀπόφαση νὰ διαλύσει τὸν ἀρραβῶνα. Ἐπειδὴ ὅμως ἦταν ἐνάρετος κ’ εὔσπλαγχνος δὲν θέλησε νὰ τὴν διαπομπεύσει δημόσια, ἀλλὰ σκέφτηκε νὰ τὴν διώξει μυστικὰ χωρὶς ν’ ἀνακοινώσει σὲ κανένα τὶς ὑποψίες του.

   Κι ἐνῶ εἶχε στὸν νοῦ του αὐτά, ἰδοὺ ἕνας ἄγγελος τοῦ Κυρίου παρουσιάστηκε στ’ ὄνειρό του καὶ τοῦ εἶπε: Ἰωσήφ, ἀπόγονε τοῦ Δαυΐδ, μὴ διστάσεις, νὰ κρατήσεις τὴν Μαριάμ, τὴν ἁγνὴ καὶ πιστὴ μνηστή σου, διότι τὸ παιδὶ ποὺ κυοφορεῖται μέσα της προέρχεται ἀπὸ τὴν δημιουργικὴ ἐνέργεια τοῦ Ἁγίου Πνεύματος.

   Καὶ θὰ γεννήσει υἱό, καὶ σὺ (ποὺ σύμφωνα μὲ τὸν νόμο θεωρεῖσαι προστάτης καὶ πατέρας του) θὰ τὸ ὀνομάσεις Ἰησοῦ (δηλαδὴ Θεὸ-Σωτῆρα) διότι αὐτὸς θὰ σώσει πράγματι τὸν λαό του ἀπὸ τὶς ἁμαρτίες τους.

   Καὶ τοῦτο ὅλο τὸ θαυμαστὸ καὶ μοναδικὸ γεγονὸς ἔγινε, γιὰ νὰ πραγματοποιηθεῖ κ’ ἐπαληθεύσει αὐτό, ποὺ εἶπε ὁ Κύριος διὰ τοῦ προφήτου Ἠσαΐου:

   «Ἰδοὺ ἡ ἁγνὴ καὶ ἄμωμος παρθένος θὰ συλλάβει καὶ θὰ γεννήσει υἱό, χωρὶς νὰ γνωρίσει ἄνδρα, καὶ θὰ τὸν ὀνομάσουν Ἐμμανουήλ, ὄνομα ποὺ σημαίνει· Ὁ Θεὸς εἶναι μαζί μας.»

   Ἀμέσως λοιπὸν μόλις ξύπνησε ὁ Ἰωσήφ, ἔκαμε ὅπως τὸν εἶχε διατάξει ὁ ἄγγελος τοῦ Κυρίου καὶ παρέλαβε στὸν οἶκο του μ’ ἐμπιστοσύνη καὶ σεβασμὸ τὴν μνηστή του.

   Καὶ ποτὲ δὲν γνώρισε αὐτὴν ὡς σύζυγο οὔτε κι ὅταν γέννησε αὐτὴ τὸν πρῶτο καὶ μοναδικὸ υἱό της οὔτε καὶ μετά· καὶ κάλεσε ὁ Ἰωσὴφ τὸ ὄνομα τοῦ παιδιοῦ Ἰησοῦ.