Ε Υ Χ Η
Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
Τοῦ ἐν ἁγίοις Πατρὸς
ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου, ἣν ἔλεγε καθ᾿ ἑκάστην.

Κύριε ὁ Θεός μου· ὁ μέγας καὶ φοβερὸς
καὶ ἔνδοξος· ὁ πάσης ὁρωμένης καὶ νοουμένης κτίσεως Δημιουργός, ὁ φυλάσσων τὴν
διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε, καὶ φυλάσσουσι τὰ προστάγματά
σου. Καὶ νῦν, καὶ πάντοτε εὐχαριστῶ σοι, πασῶν ἕνεκα τῶν εἰς ἐμὲ γενομένων
εὐεργεσιῶν σου, φανερῶν καὶ ἀφανῶν. Καὶ μέχρι τοῦ νῦν αἰνῶ καὶ δοξάζω καὶ
μεγαλύνω σε· ἀνθ᾿ ὧν ἐθαυμάστωσας ἐπ᾿ ἐμοὶ τὰ ἐλέη σου τὰ πλούσια καὶ τοὺς
οἰκτιρμούς σου· ἀντιλαβόμενός μου ἐκ γαστρὸς μητρός μου καὶ ἐν πᾶσι
προνοησάμενος, συντηρήσας τε καὶ διακυβερνήσας ὁσίως τὰ κατ᾿ ἐμέ, διὰ μόνην
χρηστότητα καὶ φιλανθρωπίαν σου. Οὐ γὰρ διὰ τὸ ἀνάξιόν μου καὶ ἐμπαθὲς
ὑπερεῖδες τὴν ἐμὴν ταπείνωσιν· ἀλλὰ διὰ τὸ φιλάνθρωπόν σου καὶ συμπαθές,
εὐεργετῶν καὶ προνοούμενος οὐ διέλιπες· καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός
μου, μὴ ἐγκαταλίπῃς με, Ἰησοῦ Χριστέ, τὸ καλὸν ὄνομα, ὁ γλυκασμός μου καὶ ἡ
ἐπιθυμία μου καὶ ἡ ἐλπίς μου· ὁ ἐνανθρωπήσας δι᾿ ἡμᾶς καὶ πάντα ἐν σοφίᾳ
οἰκονομήσας, καὶ διαθέμενος τῆς ἡμῶν ἕνεκα σωτηρίας. Ἐξομολογοῦμαί σοι Κύριε ὁ
Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, κλίνω γόνυ σώματος καὶ ψυχῆς, ἐξαγορεύων σοι τῷ
Θεῷ μου πάσας τὰς ἁμαρτίας μου. Κλῖνον καὶ αὐτὸς τὸ οὖς σου εἰς τὴν ἐμὴν
δέησιν, καὶ ἄφες τὴν ἀσέβειαν τῆς καρδίας μου. Ἥμαρτον, ἠνόμησα, ἐπλημμέλησα,
παρώξυνα, παρεπίκρανα σὲ τὸν ἐμὸν ἀγαθὸν Δεσπότην καὶ τροφέα καὶ κηδεμόνα· οὐκ
ἔστιν εἶδος κακίας ρητὸν ἢ ἄρρητον, ὃ οὐκ ἐποίησα, καὶ ἔργῳ, καὶ λόγῳ, καὶ
γνώσει, καὶ ἀγνοίᾳ, καὶ ἐνθυμήμασι, καὶ νοήμασι, καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν
ἁμαρτήσας. Καὶ πολλάκις μετανοεῖν ὑποσχόμενος, τοσαυτάκις τοῖς αὐτοῖς
περιέπεσα. Εὐκοπώτερον σταγόνες ὑετοῦ ἀριθμηθήσονται, ἢ τῶν ἐμῶν ἁμαρτημάτων ἡ
πληθύς. Ὑπερῇραν γὰρ τὴν κεφαλήν μου, καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν. Ἀπὸ
γὰρ νεότητός μου καὶ μέχρι τοῦ νῦν, ταῖς ἀτόποις ἐπιθυμίαις θύραν ἀνοίξας,
ἀχαλινώτοις καὶ ἀτάκτοις ἐχρησάμην ὁρμαῖς, μολύνας τὸν χιτῶνα, τὸν ἄνωθεν
ὑφαντὸν τοῦ ἁγίου βαπτίσματος· τὸν ναόν μου τοῦ σώματος κηλιδώσας· τὴν
ταλαίπωρόν μου ψυχὴν τοῖς πάθεσι τῆς ἀτιμίας καταμιάνας, καὶ πᾶσαν ἄλλην
παρανομίαν καὶ ἀδικίαν διαπραξάμενος· ὧν, ἐὰν κατὰ μέρος ἐπιμνησθῆναι θελήσω,
ἐπιλείψει με διηγούμενον ὁ χρόνος.