Παρασκευή 11 Δεκεμβρίου 2020

ΕΥΧΗ Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.



Ε Υ Χ Η

Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου, ἣν ἔλεγε καθ᾿ ἑκάστην.


   Κύριε ὁ Θεός μου· ὁ μέγας καὶ φοβερὸς καὶ ἔνδοξος· ὁ πάσης ὁρωμένης καὶ νοουμένης κτίσεως Δημιουργός, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε, καὶ φυλάσσουσι τὰ προστάγματά σου. Καὶ νῦν, καὶ πάντοτε εὐχαριστῶ σοι, πασῶν ἕνεκα τῶν εἰς ἐμὲ γενομένων εὐεργεσιῶν σου, φανερῶν καὶ ἀφανῶν. Καὶ μέχρι τοῦ νῦν αἰνῶ καὶ δοξάζω καὶ μεγαλύνω σε· ἀνθ᾿ ὧν ἐθαυμάστωσας ἐπ᾿ ἐμοὶ τὰ ἐλέη σου τὰ πλούσια καὶ τοὺς οἰκτιρμούς σου· ἀντιλαβόμενός μου ἐκ γαστρὸς μητρός μου καὶ ἐν πᾶσι προνοησάμενος, συντηρήσας τε καὶ διακυβερνήσας ὁσίως τὰ κατ᾿ ἐμέ, διὰ μόνην χρηστότητα καὶ φιλανθρωπίαν σου. Οὐ γὰρ διὰ τὸ ἀνάξιόν μου καὶ ἐμπαθὲς ὑπερεῖδες τὴν ἐμὴν ταπείνωσιν· ἀλλὰ διὰ τὸ φιλάνθρωπόν σου καὶ συμπαθές, εὐεργετῶν καὶ προνοούμενος οὐ διέλιπες· καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με, Ἰησοῦ Χριστέ, τὸ καλὸν ὄνομα, ὁ γλυκασμός μου καὶ ἡ ἐπιθυμία μου καὶ ἡ ἐλπίς μου· ὁ ἐνανθρωπήσας δι᾿ ἡμᾶς καὶ πάντα ἐν σοφίᾳ οἰκονομήσας, καὶ διαθέμενος τῆς ἡμῶν ἕνεκα σωτηρίας. Ἐξομολογοῦμαί σοι Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, κλίνω γόνυ σώματος καὶ ψυχῆς, ἐξαγορεύων σοι τῷ Θεῷ μου πάσας τὰς ἁμαρτίας μου. Κλῖνον καὶ αὐτὸς τὸ οὖς σου εἰς τὴν ἐμὴν δέησιν, καὶ ἄφες τὴν ἀσέβειαν τῆς καρδίας μου. Ἥμαρτον, ἠνόμησα, ἐπλημμέλησα, παρώξυνα, παρεπίκρανα σὲ τὸν ἐμὸν ἀγαθὸν Δεσπότην καὶ τροφέα καὶ κηδεμόνα· οὐκ ἔστιν εἶδος κακίας ρητὸν ἢ ἄρρητον, ὃ οὐκ ἐποίησα, καὶ ἔργῳ, καὶ λόγῳ, καὶ γνώσει, καὶ ἀγνοίᾳ, καὶ ἐνθυμήμασι, καὶ νοήμασι, καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν ἁμαρτήσας. Καὶ πολλάκις μετανοεῖν ὑποσχόμενος, τοσαυτάκις τοῖς αὐτοῖς περιέπεσα. Εὐκοπώτερον σταγόνες ὑετοῦ ἀριθμηθήσονται, ἢ τῶν ἐμῶν ἁμαρτημάτων ἡ πληθύς. Ὑπερῇραν γὰρ τὴν κεφαλήν μου, καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν. Ἀπὸ γὰρ νεότητός μου καὶ μέχρι τοῦ νῦν, ταῖς ἀτόποις ἐπιθυμίαις θύραν ἀνοίξας, ἀχαλινώτοις καὶ ἀτάκτοις ἐχρησάμην ὁρμαῖς, μολύνας τὸν χιτῶνα, τὸν ἄνωθεν ὑφαντὸν τοῦ ἁγίου βαπτίσματος· τὸν ναόν μου τοῦ σώματος κηλιδώσας· τὴν ταλαίπωρόν μου ψυχὴν τοῖς πάθεσι τῆς ἀτιμίας καταμιάνας, καὶ πᾶσαν ἄλλην παρανομίαν καὶ ἀδικίαν διαπραξάμενος· ὧν, ἐὰν κατὰ μέρος ἐπιμνησθῆναι θελήσω, ἐπιλείψει με διηγούμενον ὁ χρόνος.

   Ἐπεὶ δὲ πάντα οἶδας αὐτὸς οὐδὲ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιόν σου πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς σου, τί δεῖ πρὸς εἰδότα λέγειν τὰ μὴ ἀγνοούμενα παρὰ σοῦ; Ἐμοῦ δὲ συντρίβεται ἡ καρδία καὶ ἡ ψυχή, καὶ ὅλος εἰς ἀπορίας καταδύομαι βάθος, ἐνθυμούμενος, ὅτι, τηλικαῦτα ἡμαρτηκώς, οὐδὲ μικρόν τι μεταμελείας ἔργον ἐνεδειξάμην, καὶ ὁ καιρὸς τῆς τομῆς ἐγγύς, καὶ ἡ προθεσμία τοῦ θανάτου παρέστηκεν, ὁ δὲ τῆς μετανοίας καιρός, οὐδαμοῦ· διὰ τοῦτο τετάρακται ἡ ψυχή μου, καὶ κατώδυνος ἐστί, καὶ κατηφείας πλήρης· ἀνέτοιμος γὰρ καὶ ἀπαρασκεύαστος ὤν, διαλογιζόμενός τε καὶ ἀνακρίνων τὰ κατ᾿ ἐμαυτόν, οὐδὲν ἱκανὸν πρὸς ἀπολογίαν εὑρίσκω, οὐδὲ τινα τρόπον καὶ μηχανήν, δι᾿ ὧν τοῦ αἰωνίου πυρὸς ρυσθήσομαι, εἰ γὰρ ὁ δίκαιος μόλις σώζεται, ὁ ἁμαρτωλὸς ἐγὼ ποῦ φανοῦμαι; Καί, εἰ διὰ πολλῶν θλίψεων ἡ βασιλεία τῶν οὐρανῶν τοῖς ἀξίοις κατακληροῦται, καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς τῆς ζωῆς, πῶς ἐγώ, καθηδυπαθῶν καὶ ἀκολασταίνων διαπαντός, τῆς σωτηρίας ἀξιωθήσομαι; Καί, εἰ πᾶσα δικαιοσύνη ἀνθρώπου ὡς ράκος ἀποκαθημένης· ὁ τοσοῦτος βόρβορος καὶ ἀδικία, τί λογισθήσεται; Καί, εἰ ὑπὲρ ἀργοῦ λόγου ἀπολογήσασθαι πρόκειται· ὑπὲρ τοσούτων ἐγὼ ἁμαρτημάτων, τίνα εὐπρόσωπον ἕξω τὴν ἀπολογίαν; Οἴμοι ψυχή! ὅτι οὕτω τὰ καθ᾿ ἡμᾶς προεχώρησε! βραχὺς ὁ βίος καὶ εὐπερίστατος, ὀξέως παροδεύων, καὶ πρὸς τὸν θάνατον παραπέμπων, αἰωνία τῶν ἁμαρτωλῶν ἡ τιμωρία, ὥσπερ καὶ ἡ τῶν δικαίων βασιλεία καὶ ἡ ζωὴ ἀμφοτέρων, μὴ διακοπτομένη θανάτῳ. Τί οὖν ποιήσω; τί διαπράξωμαι; εἰς ποῖον χάος ἐμαυτὸν ἀκοντίσω; φοβερὸς γὰρ καὶ ὁ θάνατος, καὶ μάλιστα τῶν ἁμαρτωλῶν, ἐπεὶ καὶ πονηρός· θάνατος γὰρ ἁμαρτωλῶν πονηρός· φοβερώτερον δὲ πολλῷ μᾶλλον, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, ἐξ ὧν οὐκ ἔστιν ὁ ἐξελέσθαι δυνάμενος.

   Ὅταν οὖν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὅταν θρόνοι τεθῶσι καὶ ὁ ἀδέκαστος Κριτὴς φοβερὸς καθήσῃ· καὶ ὁ ποταμὸς τοῦ πυρὸς ἕλκων ἔμπροσθεν· καὶ ἡ λαμπρότης καὶ ἡ χαρὰ τῶν δικαίων ἡτοιμασμένη φανῇ· καὶ πᾶσαι αἱ τῶν Ἀγγέλων μυριάδες, καὶ πάντες οἱ ἀπ᾿ αἰῶνος ἄνθρωποι, καὶ πᾶσα ὁμοῦ ἡ κτίσις, ἥ τε ὁρωμένη καὶ νοουμένη ὑπότρομος παρίσταται· τί ἐγὼ τότε διαπράξωμαι αἰσχύνης πεπληρωμένος; ὑπὸ τοῦ συνειδότος κατεγνωσμένος; παρρησίας πάσης καὶ ἀπολογίας ἐστερημένος; στεναγμοῦ πάντοθεν· οἴμοι τῶν κακῶν. Τί πρῶτον θρηνήσω; τί δεύτερον στενάξω; τί ἀπολοφύρωμαι; τὴν στέρησιν τῶν ἀγαθῶν, ἢ τὴν ὀδύνην τῶν ἀλγεινῶν; τὸ ἀπέραντον τῆς τιμωρίας, ἢ τὸν ἀπὸ Θεοῦ χωρισμόν; κλαῦσον ἀθλία ψυχή, ἐνθυμουμένη ταῦτα, καὶ ὁποῖα μετὰ τὴν ἔξοδον ἀπαντήσεταί σοι, ὡς λίαν ἐπαχθῆ καὶ ἐπώδυνα, καὶ βόησον.

   Ὁ Θεὸς τῶν Δυνάμεων· ὁ Θεὸς ὁ αἰώνιος· ὁ Θεὸς τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν· μὴ ἐγκαταλίπῃς με· μὴ ὑπερίδῃς με· μὴ ἀποστήσῃς ἀπ᾿ ἐμοῦ τὸ ἔλεός σου. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Οἶδα γὰρ τοῦ ἐμοῦ Δεσπότου τὸ εὐσυμπάθητον· οἶδα τοῦ φιλανθρώπου τὸ ἀμνησίκακον· καὶ ὅτι θελητὴς ἐλέους ἐστὶ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν· θέλων δὲ πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ μάλιστα τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας· οὐ γὰρ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες.

   Καὶ γὰρ οὕτως ἔχων, καὶ οὕτω διανοούμενος, οὐκ ἀπαγορεύω τῆς ἀγαθῆς ἐλπίδος, οὐδὲ ἀπογινώσκω τὴν σωτηρίαν μου. Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· σκώληξ καὶ οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ· δός μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου, ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ· ὅτι παρὰ σοῦ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· ἵνα καὶ δεηθῶ ἀξίως καὶ ἱκετεύσω συμφερόντως, καὶ μὴ ἀποστραφῶ τεταπεινωμένος καὶ κατῃσχυμένος· ἀλλὰ τυχὼν ὧν ἤλπισα· καὶ οὕτως ἀπελεύσομαι χαίρων, ἐν πληροφορίᾳ καρδίας.

   Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου. Ἐλέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων· ὡς ἐπὶ τοῦ φοβεροῦ σου παριστάμενος βήματος, ὡς τῶν ἀχράντων σου ποδῶν ἐφαπτόμενος· οὕτω παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμμένης καρδίας καὶ τεταπεινωμένης. Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· συγχώρησόν μοι τῷ ἀχρείῳ καὶ ταπεινῷ· ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου ἐπὶ τὴν ἐμὴν ἀθλιότητα· ἐπίβλεψον ἐξ ἁγίων σου ὑψωμάτων ἐπὶ τὴν προσευχὴν τοῦ ταπεινοῦ δούλου σου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, ὅθεν οὐκ ἔτι λοιπὸν ἐπιστρέψω· ὡς ἄνθρωπος, ἥμαρτον, ὡς Θεός, συγχώρησον· σὺ γὰρ οἶδας, Δέσποτα, τὸ εὐόλισθον τῆς ἀνθρωπίνης φύσεως. Καὶ ὅτι, ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Μνήσθητι, ὅτι χοῦς ἐσμέν· μνήσθητι, ὅτι σὺ μόνος καθαρὸς καὶ ἄχραντος καὶ ἀμίαντος· πάντες δὲ ἡμεῖς ἐν ἐπιτιμίοις. Μνήσθητι τῶν ἀπ᾿ αἰῶνος οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου καὶ μὴ συγκαταδικάσῃς με ταῖς ἀνομίαις μου, μηδὲ κατὰ τὰς ἁμαρτίας μου ἀνταποδῷς μοι. Οἶδα τὸ πλῆθος τῶν ἀνομιῶν μου, ὅτι πολύ, καὶ ἀριθμῷ μὴ ὑποκείμενον· ἀλλ᾿ οἶδα καὶ τὸ πέλαγος τῆς φιλανθρωπίας σου, ὅτι ἀνείκαστον καὶ ἀνίκητον. Σὺ γὰρ εἶ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς ἐπὶ τῆς γῆς τοῦ ζητῆσαι τὸ πλανηθὲν πρόβατον καὶ ἀπολωλός. Ὁ Ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων καὶ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.

   Ἐλέησον, ἐλεῆμον, τὸ ποίημα τῶν χειρῶν σου· μὴ βδελύξῃ με τὸν ἀνάξιον, ἀλλ᾿ οἰκτείρησον τὸ ποίημά σου. Ὁ δι᾿ ἐμὲ σταυρὸν ὑπομείνας καὶ τὰ τῶν μωλώπων καταδεξάμενος στίγματα, καὶ ἰασάμενος· ἐξάλειψόν μου τὰ τραύματα, φαρμάκῳ συμπαθείας καὶ σπόγγῳ φιλανθρωπίας, πάντα γὰρ δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν· κατάνυξόν μου τὴν πεπωρωμένην καρδίαν· ἐλάφρυνον τὸ βάρος τοῦ συνειδότος. Δέξαι μου τὰ δάκρυα καὶ τὸν στεναγμόν, ὡς τῆς Πόρνης, καὶ ὡς τοῦ κορυφαίου τῶν Ἀποστόλων Πέτρου· δέξαι μου τὴν μικρὰν ταύτην ἐξομολόγησιν καὶ μετάνοιαν, ὁ προσδεξάμενος ληστοῦ τὴν εὐγνωμοσύνην ἐν τῷ σταυρῷ· δέξαι μου τὸν ἀπὸ τῶν χειλέων καρπόν, ὡς θυσίαν ζῶσαν, εὐάρεστον, εἰς ὀσμὴν εὐωδίας.

   Παρακαλῶ, παρακλήθητι· δυσωπῶ, δυσωπήθητι· ἥμαρτε καὶ Μανασσῆς ἐκεῖνος ὁ βασιλεύς, ἀλλ᾿ οὐκ ἀπώλετο, μετανοήσας· ἥμαρτε καὶ Δαβὶδ πρὸ ἐκείνου, ἀλλὰ τὴν ἁμαρτίαν ἀποκλαυσάμενος, ἠλεήθη. Πολλὰ ἔχω τοιαῦτα παραδείγματα, παρηγοροῦντα καὶ παραμυθούμενά μου τὴν ἀθυμίαν, ἀποδιώκοντα τὴν ἀπόγνωσιν ἀπ᾿ ἐμοῦ καὶ τρέφοντα τὴν ἐλπίδα τῆς σωτηρίας μου. Παρακάλεσόν μου καὶ σὺ τὴν καρδίαν, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως· ψυχαγώγησον καὶ ἀγάθυνον τῇ πηγῇ τοῦ ἐλέους σου καὶ τῶν ἀγαθῶν. Πολλὰ ἐποίησας ἀπὸ τοῦ αἰῶνος μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· ἀλλ᾿ εἰ ἐμὲ τὸν ἄσωτον σώσεις, πλείῳ καὶ μείζῳ θαυμαστωθήσῃ· ὅτι τοσαύτη σου τῆς ἐλεημοσύνης καὶ τῆς φιλανθρωπίας ἡ δύναμις, ὥστε καὶ ἀπὸ βορβόρου μαργαρίτην ποιεῖν, καὶ ἐξ υἱοῦ γεέννης υἱὸν βασιλείας ἀποτελεῖν.

   Καὶ ἔτι κεκράξομαι πρὸς Κύριόν μου καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Κυβέρνησον τὸ ὑπόλοιπόν μου τῆς ζωῆς κατὰ τὸ θέλημά σου· στήριξόν με εἰς τὸν φόβον σου· στερέωσόν με ἐν τῇ ἀγάπῃ σου καὶ ἐν τῷ πλήθει τῆς χρηστότητός σου, χρηστόν μοι τέλος καὶ ἄξιον τῆς φιλανθρωπίας σου δώρησαι, καὶ τὰ ὀστᾶ, καὶ τὰς ἁρμονίας μου, καὶ πᾶσαν τὴν σύνθεσιν τῆς ὑποστάσεώς μου, ἐν ἐλέει καὶ φιλανθρωπίᾳ ἔπιδε· καὶ εἰς ἀνέσεως καὶ ἀναπαύσεως τόπον, τὴν ἀθλίαν μου ψυχὴν ὁδηγήσας ἀποκατάστησον· ὅτι πολλαὶ μοναὶ παρὰ σοί, ἑκάστῳ κατ᾿ ἀξίαν διανεμόμενος.

   Ἔτι δὲ δέομαι καὶ παρακαλῶ, δὸς δὴ Κύριε, καὶ χάριν συνέσεως τῇ ἐμῇ ἀναξιότητι· τοῦ διανοεῖσθαι τὰ σοὶ εὐάρεστα, κἀμοὶ συμφέροντα, καὶ μὴ μόνον διανοεῖσθαι, ἀλλὰ καὶ διαπράττεσθαι· τὸ μὴ συναρπάζεσθαι καὶ συναπάγεσθαι τοῖς ματαίοις· τὸ μὴ διαπράττεσθαι τὰ μὴ δέοντα, τὸ ἀκενοδόξως συνταπεινοῦσθαι τοῖς ταπεινοῖς καὶ τοῖς πάσχουσι συμπαθεῖν καὶ τοῖς ἁμαρτάνουσι συγχωρεῖν. Οἶδα γάρ, ὡς, εἰ μὴ ἀφήσω, οὐκ ἀφεθήσομαι. Διὰ τοῦτο, παρακαλῶ, συγχώρησον πάντα πᾶσι τοῖς ἁμαρτάνουσιν εἰς ἐμέ· οὐ γάρ εἰσιν οὗτοι αἴτιοι, ἀλλ᾿ ἐγὼ ὁ ἄθλιος, ὁ μὴ ποιῶν τὸ θέλημά σου, καὶ μὴ φυλάσσων τὰ προστάγματά σου. Τοὺς δὲ ἀγαπῶντάς με ἀντάμειψαι ταῖς πλουσίαις σου δωρεαῖς. Τοὺς δὲ πνευματικοὺς Πατέρας καὶ τοὺς ἀδελφούς, οὓς σὺ δέδωκας, εὔσπλαγχνε, κρίμασιν οἷς ἐπίστασαι, σὺν ἐμοὶ φιλανθρώπως οἰκτειρήσας ἐλέησον.

   Ταῦτα μου τῆς Προσευχῆς τὰ ρήματα, ἔστωσαν ὑπερεντυγχάνοντά μου, καὶ ζῶντος καὶ θανόντος. Αὕτη ἡ ἐξομολόγησις καὶ τὰ δάκρυα, ὡς θυμίαμα ἐνώπιόν σου κατευθυνθήτωσαν· ἐγὼ δὲ καθ᾿ ἑκάστην ἀναμένω τοῦ θανάτου τὸ ἀπαραίτητον· καὶ τὸ μὲν σῶμα μου τὸ ἄθλιον, ταφῇ παραδοθὲν διαφθαρήσεται· ὅπερ ἀναστήσεις ὁ ζωοδότης ἄφθαρτον, ἐν τῷ τῆς παλιγγενεσίας καιρῷ· τῷ δὲ πνεῦμα μου εἰς χεῖρας σου παρατίθημι. Ἀνάπαυσον, ἅγιε Δέσποτα, ἐν φωτὶ ζώντων καὶ ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων, καὶ τοὺς ἐμοὺς γεννήτορας, προγόνους τε καὶ ἀδελφούς· σοὺς δὲ οἰκέτας εὐγνώμονας· καὶ τοὺς ἐντειλαμένους ἐμοὶ τῷ ἀναξίῳ εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ πᾶσι τοῖς ἐν εὐσεβείᾳ τελειωθεῖσι συγχώρησον. Ὅτι, εἰ καὶ ἡμάρτομεν, ἀλλ᾿ οὐκ ἀπέστημεν ἀπὸ σοῦ, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον· ἀλλὰ σὲ ἔγνωμεν καὶ σὲ ἠγαπήσαμεν· καὶ εἰς σὲ πεπιστεύκαμεν· καὶ σὲ προσκυνοῦμεν τὸν ἕνα ἐν Τριάδι Θεόν· ἐν σοὶ προσευχόμεθα· καὶ ἐν σοὶ τὰς τῆς σωτηρίας ἀναρτῶμεν ἐλπίδας. Ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, καὶ σῶσον εἰς τὴν ἐπουράνιόν σου βασιλείαν.

   Ναὶ δὴ Κύριέ μου, Κύριε· οὕτω γενέσθω ταῦτα ἐν ἡμῖν τοῖς ἐλπίζουσιν ἐπὶ σέ, διὰ τὴν πολλήν σου καὶ ἀνυπέρβλητον ἀγαθότητα, καὶ διὰ τὴν ἄφατόν σου εὐσπλαγχνίαν καὶ φιλανθρωπίαν. Πρεσβείαις τῆς πανενδόξου, πανυμνήτου, ὑπερευλογημένης καὶ κεχαριτωμένης, Ὑπεραγίας, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Τῶν ἐπουρανίων καὶ νοερῶν Δυνάμεων, καὶ πάντων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων Ἁγίων. Ἀμήν.

 

* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ», Βόλος 1980, σελ. 17-21.