Παρασκευή 18 Δεκεμβρίου 2020

ΕΥΧΗ Εἰς τὸ ὁμοούσιον καὶ ὁμόθρονον τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Πνεῦμα ἅγιον.




Ε Υ Χ Η

Εἰς τὸ ὁμοούσιον καὶ ὁμόθρονον τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Πνεῦμα ἅγιον.

Συμεὼν τοῦ Νέου Θεολόγου.


   λθὲ ἡ εὐφρόσυνος ζωὴ καὶ αἰώνιος καὶ παντοκρατορικὴ δεξιά, τὸ πανάγιον, καὶ ζωοποιόν, καὶ δημιουργὸν Πνεῦμα, τὸ ἐν ἐξουσίας ὁμοτιμίᾳ ὂν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ὧν ἡ ἐν τρισὶ Προσώποις ταυτότητος τῆς ἀξίας, καὶ τῆς Θεότητος γνώμης τε σύμπνοια, καὶ πρὸς τὸ ἓν σύνευσις. Ἐλθέ, Κύριέ μου, ὃν ἐπόθησε καὶ ποθεῖ ἡ ταλαίπωρός μου ψυχή· ἐλθέ, ὁ γενόμενος πόθος αὐτὸς ἐν ἐμοί, καὶ ποιήσας με ποθεῖν σε τὸν ἀπρόσιτον παντελῶς. Ἐλθέ, ἡ διηνεκής μου χαρά, καὶ τρυφή, καὶ δόξα. Ἐλθέ, ἡ πνοή μου, ἡ ζωή μου, ἡ παραμυθία τῆς ἐμῆς ψυχῆς.

   Γενοῦ μετ᾿ ἐμοῦ ἓν Πνεῦμα, ὑπεράγαθε Δέσποτα, ἀσυγχύτως, ἀτρέπτως, ἀναλλοιώτως, ὁ ἐπὶ πάντων Θεός. Γενοῦ μοι αὐτὸς τὰ πάντα ἐν πᾶσι, τροφὴ ἀνεκλάλητος, καὶ εἰσάπαν ἀδάπανος ἀεννάως ὑπερεκχεομένη τοῖς τῆς ἐμῆς ψυχῆς χείλεσι, καὶ ὑπερεκβλύζουσα ἐν τῇ πηγῇ τῆς καρδίας μου· ἔνδυμα ἀπαστράπτον καὶ καταφλέγον τοὺς δαίμονας. Κάθαρσις ἐκπλύνουσά με, δι᾿ ἀφθάρτων καὶ ἁγίων δακρύων, ὧν ἡ σὴ παρουσία, πρὸς οὓς παραγίνῃ, χαρίζεται. Γενοῦ μοι, Κύριε, φῶς ἀνέσπερον καὶ ἥλιος ἄδυτος ἐν παντὶ λαμπρύνων με τόπῳ, ὁ μηδένα τῶν πάντων ἀποστρεφόμενος, ἵνα μὴ καλυφθῶμεν τῷ σκότει τῶν ἁμαρτιῶν ἡμῶν, ἐλθεῖν πρὸς σὲ μὴ βουλόμενοι.

   Ἀπόστησον ἀπ᾿ ἐμοῦ Κύριε, πάντα ὀλέθριον μετεωρισμόν, καὶ δίδου μοι σωφρονισμὸν ὀφθαλμῶν· ἐπίθες τῇ γλώσσῃ μου χαλινόν, παράστησον τὰς ἀκοάς μου εὐπειθεῖς τοῖς ἁγίοις σου ἐντάλμασι· παράσχου μοι ὑπομονὴν ἐν ταῖς θλίψεσι· συνέτισον καὶ στήριξον τὴν καρδίαν μου ἐν μακροθυμίᾳ, ἐν ἀκακίᾳ, ἐν ἐγκρατείᾳ, ἐν συμπαθείᾳ, ἐν ἐλεημοσύνῃ, ἐν ἀγάπῃ, ἐν ταπεινοφροσύνῃ, ἐν εἰρήνῃ, πρὸς ἐμαυτόν τε καὶ πάντας, ἐν ἀποστροφῇ τῆς τῶν δαιμόνων νωθρείας καὶ ραθυμίας, αἷς ὡς ἡδύσμασιν ἐνετρύφων.

   Δός μοι διάκρισιν δόκιμον ἐν τοῖς λογισμοῖς, ποίους ποίων δεῖ προτιμᾶν· δός μοι ἐπιγινώσκειν τὰς μεθοδίας τοῦ διαβόλου, καὶ ταύτας σὺν αὐτῷ ἀποδοκιμάζειν· παντάπασι δὲ ἀποκόπτειν τὸ οἰκεῖον θέλημα καὶ ἐξαναρτᾶν τὰ κατ᾿ ἐμαυτὸν τῆς σῆς προνοίας, κἀκεῖθεν τὸ συμφέρον ἐλπίζειν. Ὅτι παρὰ σοί ἐστιν ἡ ζωή μου, τὸ φῶς μου, ἡ σωτηρία μου. Καὶ σὲ εὐλογῶ καὶ δοξάζω καὶ προσκυνῶ, σὺν τῷ ἀνάρχῳ προβολεῖ σου Πατρί, καὶ τῷ συναϊδίῳ καὶ συμφυεῖ σου αὐτοῦ Υἱῷ· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ», Βόλος 1980, σελ. 22.