Σάββατο 22 Ιανουαρίου 2022

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΚΥΡΙΑΚΗΣ




ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΚΥΡΙΑΚΗΣ ΙΔ΄ ΛΟΥΚΑ

(κεφ. ιη΄ 35-43)


   «Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν Ἰησοῦν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.

   ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο.

   ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.

   καὶ ἐβόησε λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με.

   καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυΐδ, ἐλέησόν με.

   σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν

   λέγων· τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω.

   καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε.

   καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.»


Ἀπόδοση στὴν νεοελληνική:

   Τὸν καιρὸ ἐκεῖνο, καθὼς πλησίαζε ὁ Ἰησοῦς στὴν Ἰεριχώ, ἕνας τυφλὸς καθόταν δίπλα στὸν δρόμο καὶ ζητιάνευε.

   Κι ὅταν ἄκουσε τὸν θόρυβο τοῦ λαοῦ ποὺ περνοῦσε, ρώτησε, τί τάχα εἶν’ αὐτά, ποὺ ἄκουγε.

   Τὸν πληροφόρησαν ὅτι περνᾶ ἀπὸ κεῖ ὁ Ἰησοῦς ὁ Ναζωραῖος.

   Καὶ φώναξε μὲ μεγάλη φωνὴ καὶ εἶπε: Ἰησοῦ, ἀπόγονε τοῦ Δαυΐδ, ἐλέησέ με.

   Καὶ αὐτοὶ ποὺ προπορεύονταν, τὸν ἐπέπλητταν καὶ τοῦ ἔλεγαν νὰ σιωπήσει, γιὰ νὰ μὴ ἐνοχλεῖ τὸν διδάσκαλο. Αὐτὸς ὅμως πολὺ περισσότερο κραύγαζε: ἀπόγονε τοῦ Δαυΐδ, ἐλέησέ με.

   Στάθηκε ὁ Ἰησοῦς καὶ ἔδωσε ἐντολὴ νὰ φέρουν τὸν τυφλὸ πλησίον του. Κι ὅταν αὐτὸς πλησίασε, τὸν ρώτησε

   λέγοντας: τί θέλεις νὰ σοῦ κάνω; Καὶ κεῖνος εἶπε: Κύριε, θέλω ν’ ἀποκτήσω καὶ πάλι τὸ φῶς μου.

   Καὶ ὁ Ἰησοῦς τοῦ εἶπε: ἀνάβλεψε· ἡ πίστη, ποὺ ἔχεις σ’ ἐμένα, σὲ ἔσωσε ἀπὸ τὴν τύφλωσή σου.

   Κι ἀμέσως ἀπέκτησε τὸ φῶς τῶν ὀφθαλμῶν του καὶ γεμάτος χαρὰ ἀκολουθοῦσε τὸν Χριστό, δοξάζοντας τὸν Θεό. Καὶ ὅλος ὁ λαός, ὅταν εἶδε τὸ θαῦμα, ἔδωσε δόξα στὸν Θεό.