Εἰς τὸν ἅγιο ἱερομάρτυρα Διονύσιο
(3 Ὀκτωβρίου)
Κύριε Ἰησοῦ Χριστὲ ὁ
Θεὸς ἡμῶν, ὁ διὰ τοῦ ἀποστόλου Παύλου τὸ ἀπόρρητον μυστήριον τῆς ἐνσάρκου σου οἰκονομίας
τὸν μακάριον Διονύσιον διδάξας, πρὸς τὴν σὴν ἐπίγνωσιν εἵλκυσας, καὶ εἰς τὸ κηρῦξαι
τὴν δόξαν τῆς θεότητός σου τοῖς ἔθνεσι, τὸν Ῥουστικὸν καὶ Ἐλευθέριον ἔπεισας
συγκοινωνοὺς αὐτῷ γενέσθαι, καὶ διὰ σὲ ὁμοῦ συναθλῆσαι· ὧν ταῖς εὐχαῖς καὶ
πρεσβείαις φωτίσας καὶ ἡμᾶς ἐνίσχυσον, ἵνα διὰ τὴν ὄντως ζωήν, ὥσπερ ἐκεῖνοι, τὰ
μὲν κοσμικά, ὡς φθαρτὰ καὶ ἐπίκηρα, ἑκουσίως παρορῶμεν, τὰ δὲ οὐράνια, ὡς ἄφθαρτα
καὶ αἰώνια, ὁλοψύχως ἐπιθυμῶμεν, καὶ ἐν πίστει καὶ ἀγνείᾳ καθ’ ἑκάστην σε λατρεύοντες,
τὴν λογικὴν λατρείαν ἡμῶν, ὡς θυσίαν καθαράν σοι προσφέρωμεν· ἣν προσδεξάμενος,
ἀντικατάπεμψον ἡμῖν τὰ ἐλέη σου· ὅπως, ὧν ἀπὸ τοῦ νῦν ἐλπίζομεν, τούτων
καταξιωθῶμεν ἐπιτυχεῖν. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.