Εἰς τὸν ἅγιο ἀπόστολο καὶ εὐαγγελιστὴ Λουκᾶ
(18 Ὀκτωβρίου)
Κύριε παντοκράτορ ὁ
Θεὸς ἡμῶν, οἰκτίρμον καὶ ἐλεῆμον, ὁ τῇ ἐπιλάμψει τοῦ ἁγίου σου Πνεύματος τὴν τοῦ
ἁγίου ἀποστόλου Λουκᾶ καρδίαν καταυγάσας καὶ κήρυκα τοῦ Εὐαγγελίου τοῦ μονογενοῦς
σου Υἱοῦ τοῦτον ποιήσας· δι’ οὗ πάντα τὰ ἔθνη τῷ τοῦ Λόγου αὐτοῦ ἀγκίστρῳ ὡς ἰχθῦας
ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας ζωγρήσας, πρὸς τὸ φῶς τῆς ἀληθείας ἀνήγαγες· οὗ ταῖς
πρεσβείαις ῥίζωσον, δεόμεθά σου, ὃν ἔσπειρας δι’ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν θεῖόν
σου Λόγον· καὶ στηρίξας ἡμᾶς ἐπὶ τὴν πέτραν τῆς πίστεως, ποίησον, ἵνα τοῖς τοῦ ἁγίου
κηρύγματος ὑγιεινοῖς δόγμασι τὰ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν νοσήματα θεραπεύωνται·
ὅπως ἑκατέρωθεν εὐεκτοῦντες, εὐσεβῶς σε λατρεύωμεν, καὶ τὴν μνήμην αὐτοῦ ἐν
ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ἐτησίως γεραίροντες, καταξιωθῶμεν τῷ ἐλέει
σου τῶν τῆς ἀθανάτου ζωῆς αἰωνίων δωρεῶν ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
* ΑΝΔΡΕΟΥ Δ. ΣΙΜΩΝΩΦ, «ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ», Ἀθῆναι 1906.