Δευτέρα 22 Φεβρουαρίου 2021

ΕΥΧΗ Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πάνυ κατανυκτικὴ καὶ ἱκετήριος.




Ε Υ Χ Η

Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πάνυ κατανυκτικὴ καὶ ἱκετήριος.*

Τοῦ ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ


Ὁ οὖν καθ᾿ ἑσπέραν λέγων αὐτὴν μετὰ κατανύξεως, εἰ ἐπέλθοι ἐπ᾿ αὐτὸν ἡ φοβερὰ

ὥρα τοῦ θανάτου ἐν τῇ νυκτὶ ταύτῃ, λυτροῦται τῆς κολάσεως, ἐλέει Θεοῦ.


   Εὔσπλαγχνε καὶ πολυέλεε Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἐλέησόν με πρὸ τῆς ἐμῆς τελευτῆς· οἶδα γὰρ ὅτι φρικτὸν καὶ φοβερὸν ἀναμένει με δικαστήριον ἐνώπιον πάσης τῆς κτίσεως, ὅτε καὶ τῶν ἐναγῶν καὶ παμβεβήλων μου πράξεων ἁπασῶν φανέρωσις γίνεται· ἀσύγγνωστα γὰρ ὡς ἀληθῶς καὶ ἀνάξια ὑπάρχουσι συγχωρήσεως, ὡς ὑπερβαίνοντα τῷ πλήθει ψάμμον θαλάσσιον. Διὰ τοῦτο καὶ οὐ τολμῶ τὴν αἴτησιν τῆς ἀφέσεως τούτων ποιήσασθαι, Δέσποτα, ὅτι πλεῖον πάντων ἀνθρώπων εἰς σὲ ἐπλημμέλησα· ὅτι ὑπὲρ τὸν ἄσωτον ἀσώτως ἐβίωσα· ὅτι ὑπὲρ τὸν μυρία τάλαντα χρεωφειλέτης σου γέγονα· ὅτι ὑπὲρ τὸν Τελώνην κακῶς ἐτελώνησα· ὅτι ὑπὲρ τὸν Λῃστὴν ἐμαυτὸν ἐθανάτωσα· ὅτι ὑπὲρ τὴν Πόρνην ἐγὼ ὁ φιλόπορνος ἔπραξα· ὅτι ὑπὲρ τοὺς Νινευΐτας ἀμετανόητα ἐπλημμέλησα· ὅτι ὑπὲρ τὸν Μανασσῆν, «ὑπερῇραν τὴν κεφαλήν μου αἱ ἀνομίαι μου, καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ· καὶ ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους». Ὅτι τὸ Πνεῦμα σου τὸ ἅγιον ἐλύπησα· ὅτι τῶν ἐντολῶν σου παρήκουσα· ὅτι τὸν πλοῦτον σου διεσκόρπισα· ὅτι τὴν χάριν σου ἐβεβήλωσα· ὅτι τὸν ἀρραβῶνα, ὃν μοὶ δέδωκας, ἐν ἀνομίαις ἀνήλωσα· ὅτι τὸ τίμιον κατ᾿ εἰκόνα σου, τὴν ψυχήν μου ἐμόλυνα· ὅτι τὸν χρόνον, ὅν μοι δέδωκας εἰς μετάνοιαν, μετὰ τῶν ἐχθρῶν σου ἐβίωσα· ὅτι οὐδεμίαν ἐντολήν σου ἐφύλαξα· ὅτι τὸν χιτῶνα μου κατερρύπωσα, ὅν με ἐνέδυσας· ὅτι τοῦ ὀρθοῦ λόγου τὴν λαμπάδα ἀπέσβεσα· ὅτι τὸ πρόσωπόν μου ὃ ἐφαίδρυνας, ἐν ἁμαρτίαις ἠχρείωσα· ὅτι τοὺς ὀφθαλμούς μου, οὓς ἐφώτισας, ἑκουσίως ἐτύφλωσα· ὅτι τὰ χείλη μου, ἅπερ πολλάκις τοῖς θείοις σου μυστηρίοις ἡγίασας, αἰσχύνας ἐμόλυνα.

   Καὶ οἶδα, ὅτι πάντως τῷ φοβερῷ σου βήματι παραστήσομαι, ὡς κατάδικος ὁ παμμίαρος· οἶδα, ὅτι πάντα τότε τὰ πεπραγμένα μοι ἐλεγχθήσονται, καὶ οὐκ ἀποκρυβήσεται οὐδὲν παρὰ σοί. Ἀλλὰ δέομαί σου εὐσυμπάθητε, πολυέλεε, φιλανθρωπότατε Κύριε, «μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, οὐ λέγω, μὴ παιδεύσῃς με· ἀδύνατον γὰρ τοῦτο ἀπὸ τῶν ἔργων μου· ἀλλὰ μὴ τῷ θυμῷ σου ἐλέγξῃς με»². Κερδήσω τοῦτο παρὰ σοὶ ἐὰν μὴ τῷ θυμῷ σου καὶ τῇ ὀργῇ σου παιδεύσῃς με, μηδὲ φανερώσῃς αὐτά, Ἀγγέλων καὶ ἀνθρώπων ἐνώπιον, εἰς αἰσχύνην μου καὶ ὄνειδος. «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με»· εἰ φθαρτοῦ βασιλέως θυμὸν οὐδεὶς ἐνεγκεῖν δύναται, πόσῳ μᾶλλον σοῦ τοῦ Κυρίου τὸν θυμὸν ὀ ἄθλιος ὑποστήσομαι; «Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με»· οἶδα Λῃστὴν αἰτήσαντα, καὶ παρευθὺς συγχώρησιν ἐκ σοῦ κομισάμενον· οἶδα Πόρνην ὁλοψύχως προσελθοῦσαν καὶ συγχωρηθεῖσαν· οἶδα Τελώνην ἐκ βάθους στενάξαντα, καὶ δικαιωθέντα· ἐγὼ δὲ ὁ πανάθλιος, πάντας ὑπερβαίνων ταῖς ἁμαρτίαις, τῇ μετανοίᾳ τούτους οὐ θέλω μιμήσασθαι, οὐδὲ γὰρ δάκρυον ἐκτενές· οὐκ ἔχω ἐξομολόγησιν καθαρὰν καὶ ἀληθινήν, οὐκ ἔχω στεναγμὸν ἐκ βάθους καρδίας· οὐκ ἔχω καθαρὰν τὴν ψυχήν· οὐκ ἔχω ἀγάπην κατὰ Θεόν· οὐκ ἔχω πτωχείαν πνευματικήν· οὐκ ἔχω προσευχὴν διηνεκῆ· οὐκ ἔχω σωφροσύνην ἐν τῇ σαρκί· οὐκ ἔχω καθαρότητα λογισμῶν· οὐκ ἔχω προαίρεσιν θεοτερπῆ. Ποίῳ οὖν προσώπῳ; ἢ ἐν ποίᾳ παρρησίᾳ ζητήσω συγχώρησιν;

   «Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με». Πολλάκις, Δέσποτα, μετανοεῖν συνεταξάμην. Πολλάκις ἐν ἐκκλησίᾳ κατανυγεὶς προσπίπτω σοι, ἐξερχόμενος δέ, ταῖς ἁμαρτίαις εὐθὺς περιπίπτω. Ποσάκις μὲ ἠλέησας, ἐγὼ δὲ σὲ παρώργισα! Ποσάκις ἐμακροθύμησας, ἐγὼ δὲ οὐκ ἐπέστρεψα! Ποσάκις μὲ ἀνέστησας, ἐγὼ δὲ πάλιν ὀλισθήσας κατέπεσον! Ποσάκις μου εἰσήκουσας, ἐγὼ δέ σου παρήκουσα! Ποσάκις μὲ ἐπόθησας, ἐγὼ δὲ οὐδαμοῦ σοι ἐδούλευσα! Ποσάκις με ἐτίμησας, ἐγὼ δὲ οὐκ εὐχαρίστησα! Ποσάκις ἁμαρτήσαντα, ὡς ἀγαθὸς Πατὴρ παρεκάλεσας καὶ ὡς υἱὸν κατεφίλησας, καὶ τὰς ἀγκάλας ὑφαπλώσας μοι ἐβόησας! ἔγειραι, μὴ φοβοῦ, στῆθι· πάλιν δεῦρο οὐκ ὀνειδίζω σε, οὐ βδελύσσομαι, οὐκ ἀπορρίπτω, οὐδὲ σκληρύνω τὸ ἐμὸν πλάσμα, τὸ ἐμὸν τέκνον, τὴν ἐμὴν εἰκόνα, ὃν οἰκείαις χερσὶ διέπλασα ἄνθρωπον, καὶ ἐφόρεσα ὑπὲρ οὗ τὸ αἷμα ἐξέχεα, οὐκ ἀποστρέφομαι πρός με ἐρχόμενον τὸ λογικόν μου πρόβατον τὸ ἀπολωλός, οὐ δύναμαι μὴ ἀποδοῦναι τὴν προτέραν εὐγένειαν, οὐ δύναμαι μὴ συναριθμῆσαι τοῖς ἐννενήκοντα ἐννέα προβάτοις, διὰ γὰρ τοῦτο καὶ μόνον ἐπὶ τῆς γῆς κατελήλυθα καὶ τὸν λύχνον ἀνῆψα, τὴν σάρκα μου τὴν οἰκείαν, καὶ τὴν οἰκίαν ἐσάρωσα, καὶ τὰς φίλας Δυνάμεις τὰς οὐρανίους συνεκαλεσάμην, ἐπευφρανθῆναι τῇ τούτου εὑρέσει.

   Πάντα οὖν τὰ τοιαῦτα, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἐχαρίσω μοι Δέσποτα· ἐγὼ δὲ πάντων καταφρονήσας ὁ ἄθλιος, εἰς ἀλλοτρίαν καὶ μακρὰν χώραν τῆς ἀπωλείας ἀπέδρασα. Ἀλλ᾿ αὐτός με, πανάγαθε, πάλιν ἐπανάγαγε καὶ μὴ ὀργισθῇς μοι τῷ τάλανι, Κύριε· μηδὲ τῷ θυμῷ σου ἐλέγξῃς με, εὔσπλαγχνε, ἀλλὰ μακροθύμησον καὶ ἔτι ἐπ᾿ ἐμοί. Μὴ σπεύσῃς ἐκκόψαι με ὡς τὴν συκῆν τὴν ἄκαρπον, μηδὲ κελεύσῃς ἄωρον ἐκ τοῦ βίου θερίσαι με, ἀλλὰ δός μοι ζωῆς προθεσμίαν καὶ ὁδήγησόν με εἰς μετάνοιαν, Κύριε· καὶ «μὴ τῷ θυμῷ σου ἐλέγξῃς με Δέσποτα, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με».

   «Ἐλέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι τῇ ψυχῇ», ἀσθενής εἰμι τῷ λογισμῷ, ἀσθενὴς τῇ γνώμῃ, ἀσθενὴς τῇ προαιρέσει· ἐξέλιπε γάρ μου ἡ ἰσχύς, ἐξέλιπέ μου ὁ χρόνος, ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι μου πᾶσαι καὶ τὸ τέλος ἐφέστηκεν. Ἀλλ᾿ ἄνοιξον, ἄνοιξον, ἄνοιξόν μοι Κύριε, ἀναξίως κρούοντι, καὶ μὴ ἀποκλείσῃς μοι τὴν θύραν τῆς εὐσπλαγχνίας σου, ἐὰν γὰρ σὺ κλείσῃς, τίς μοι ἀνοίξῃ; ἐὰν σὺ μή με ἐλεήσῃς, τίς μοι βοηθήσει; οὐδεὶς ἄλλος, οὐδείς, εἰ μὴ σὺ ὁ φύσει ἐλεήμων καὶ εὔσπλαγχνος. «Ἐλέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι»· ἐξενεύρισε γάρ με ὁ ἐχθρὸς καὶ ἀσθενῆ καὶ συντετριμμένον ἐποίησεν, ὁ ἀσθενὴς δὲ καὶ συντετριμμένος, οὐ δύναται ἀναστῆσαι ἑαυτόν, οὐ δύναται ἰάσασθαι ἑαυτόν, ὁ συντετριμμένος οὐ δύναται βοηθῆσαι ἑαυτῷ· λοιπὸν ἐλέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι.

   «Ἴασαί με Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, ἐταράχθη καὶ συνετρίβη ἡ ψυχή μου»· ὁ οὖν συντετριμμένος τὰ ὀστᾶ οὐ δύναται ἀναστῆναι καὶ ζητῆσαι τὸν ἰατρόν, οὐ δύναται δραμεῖν καὶ ρυσθῆναι τοῦ ἐχθροῦ· λοιπόν, σύ με ζήτησον Δέσποτα, ὁ ἐλθὼν ζητῆσαι τὸ ἀπολωλός· σύ με τὸν λῃσταῖς περιπεσόντα ἐπίσκεψαι, οὐ γὰρ ἡμιθανῆ, ἀλλ’ ὁλοθανῆ με εἰργάσαντο· λοιπόν, ἴασαί με Κύριε, ὅτι ἀσθενῆ καὶ σεσηπότα ὁ ἐχθρός με πεποίηκεν· ὁ δὲ ἀσθενὴς καὶ σεσηπώς, ὅλος κεῖται χαμαί, ὅλος ἔρριπται πτῶμα ἐλεεινόν· μόνον ὅτι ἐπικαλεῖται τὸν ἰατρόν, μόνον ὅτι φωνεῖ πρὸς τὸν ρυόμενον, μόνον ὅτι τοῖς ὀφθαλμοῖς περισκοπεῖ, πότε ἥξει καὶ ἐπισκέψηται αὐτόν, ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ καρδίᾳ, καὶ ἀνορθῶν τοὺς κατερραγμένους, καὶ σώζων τοὺς ἀπεγνωσμένους.

   «Ἴασαί με Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα»· σωματικὸς καὶ ψυχικός με κατέλαβε τάραχος, Δέσποτα, ὅτι σαρκικοῖς περιέπεσα πάθεσιν, ὅτι καὶ τὴν σάρκα καὶ τὴν ψυχὴν τοῖς δαίμοσιν ἐποίησα παίγνιον. Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου τὰ συνδεσμοῦντα τὸν ἔσω ἄνθρωπον. Ποῖα ταῦτα; ἡ πίστις, ἡ φρόνησις, ἡ ἐλπίς, ἡ δικαιοσύνη, ἡ ἐγκράτεια, ἡ εὐσέβεια, ἡ πρᾳότης, ἡ ταπεινοφροσύνη καὶ ἡ ἐλεημοσύνη. Ταῦτα τὰ ὀστᾶ συνετρίβησαν Δέσποτα· «ἀλλ’ ἴασαί με Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα»· ὁρῶ γὰρ λοιπὸν τὴν ὥραν τῆς ζωῆς μου προφθάσασαν καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· ὁρῶ τὴν πρὸς τὰ ἐκεῖσε χαλεπὴν ὁδὸν καὶ μακράν, κἀμὲ πρὸς τὰ ἐκεῖσε ἐμαυτὸν ἑτοίμως μὴ ἔχοντα, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· ὁρῶ τὸν δανειστὴν ἀπαιτοῦντά με καὶ μὴ ἀποδοῦναι ἰσχύοντα, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· ὁρῶ τὸν λογοθέτην μου τὸ χειρόγραφον ἐπισείοντα, καὶ τοὺς δημίους βρύχοντας κατ’ ἐμοῦ, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· ὁρῶ πολλοὺς κατηγοροῦντάς με, καὶ οὐδένα συνήγορον, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· ὅλος δι’ ὅλου ταραχῆς καὶ σκοτοδίνης πεπλήρωμαι καὶ ἀγωνιῶ καὶ τρέμω καὶ φρίττω καὶ τὰ σπλάγχνα σπαράττομαι, καὶ τί πράξω οὐκ ἐπίσταμαι! ἢ ποίῳ προσώπῳ τὸν Κριτήν μου θεάσωμαι! ἰλιγγιῶ, ταράττομαι, συνέχομαι καὶ ἀμηχανῶ· καὶ λοιπὸν ἡ ψυχή μου ἐταράχθη σφόδρα.

   «Ἐλέησόν με Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα»· ὁ πονηρὸς διενοχλεῖν οὐ παύεται· οἱ ἐχθροί μου τοῦ πολεμεῖν οὐκ ἀφίστανται· ὁ ἐμφύλιος τῆς σαρκὸς πόλεμος καταφλέγει με πάντοτε· οἱ πονηροὶ λογισμοὶ οὐδαμῶς ἡσυχάζουσι.

   «Καὶ σὺ Κύριε, ἕως πότε;» ἰδοὺ ὁρᾷς Κύριε, πάντα τὰ κατ’ ἐμέ, ὅτι ἄπορα καὶ ἐλεεινά. Ἰδοὺ βλέπεις τὴν κατ’ ἐμοῦ ἔνστασιν, καὶ τὸν πόλεμον τοῦ σώματος, καὶ τὴν κάμινον τῶν παθῶν, καὶ τὴν ἀτονίαν τῆς ψυχικῆς μου δυνάμεως· λοιπὸν Κύριε, ἕως πότε οὐ συμπαθεῖς; ἕως πότε οὐκ ἐκδικεῖς; ἕως πότε οὐ σπεύδεις; ἕως πότε οὐ βλέπεις; ἕως πότε παρορᾷς; Κύριε, ἐν τῷ ἐλέει σου σῶσόν με· μὴ παρίδῃς με Κύριε, τὸν ἀνάξιον, ἕνεκεν τοῦ ἐλέους σου· ἡ γὰρ σὴ παρόρασις, ἐμὴ κατάπτωσις γίνεται, Δέσποτα.

   «Δι’ ὃ ἐπίστρεψον, Κύριε· ρῦσαι τὴν ψυχήν μου, καὶ σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου»· ὡς συμπαθής, ἐλέησον· ὡς ἐλεήμων, συμπάθησον· ὡς φιλάνθρωπος, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, καὶ οὐχ ἕνεκεν τῶν ἔργων μου, πονηρὰ γάρ εἰσιν· οὐχ ἕνεκεν τῶν πόνων μου, ἀσθενὴς γάρ εἰμι· οὐχ ἕνεκεν τῶν λογισμῶν ἢ τῶν λόγων μου, ρυπαροὶ γάρ εἰσι καὶ ἀκάθαρτοι· ἀλλ’ ἕνεκεν τοῦ ἐλέους σου, πολυέλεε Κύριε, σῶσόν με. Εἰδὲ δικάσασθαι πρός με βούλει, Δέσποτα, ἐγὼ πρῶτος ἐκφέρω κατ’ ἐμαυτοῦ τὴν ψῆφον· ἐγὼ καταδιαμαρτύρομαι, ὅτι ἄξιος θανάτου εἰμί· λοιπόν, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου· εἰς τὴν φιλανθρωπίαν σου καταφεύγω, Πανάγαθε· οὐκ ἔχω τί σοι προσαγαγεῖν ἄξιον· ἐλεημοσύνην ζητῶ· μὴ ἀπαιτήσῃς με τὴν ταύτης τιμήν. «Μνήσθητι τῶν λόγων σου Κύριε· ὅτι ἐπιμελῶς ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ»3. Καί, «ἄνθρωπος ματαιότητι ὡμοιώθη· καὶ αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι»4. Καί, «οὐδεὶς καθαρὸς ἀπὸ ρύπου»5. Καὶ ὅτι «ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου»6. Ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς ἡμῶν, οὐδεὶς ὑποστήσεται Κύριε· δι’ ὃ σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου ἕνεκεν τοῦ ἐλέους σου, καὶ οὐχ ἕνεκεν τῶν ἔργων μου.

   Ἐὰν γὰρ τὸν ἄξιον ἐλεήσῃς, οὐδὲν θαυμαστόν· ἐὰν τὸν δίκαιον σώσῃς, οὐδὲν ξένον· «σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου»· ἐπ’ ἐμοὶ τὸ ἔλεός σου θαυμάστωσον Κύριε· εἰς ἐμὲ τὴν εὐσπλαγχνίαν σου ἐμφάνισον, Δέσποτα· εἰς ἐμὲ τὴν φιλανθρωπίαν σου μεγάλυνον, Ἅγιε. Δεῖξον ἐπ’ ἐμοί, Κύριε, τὰ ἀρχαῖα ἐλέη σου· ὅτι τοὺς μὲν δικαίους σώζεις, καὶ τοὺς ἁμαρτωλοὺς ἐλεεῖς. Μὴ νικήσῃ ἡ ἐμὴ κακία τὴν σὴν ἀγαθότητα, Κύριε· μηδὲ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Ἐὰν γὰρ θελήσῃς μετ’ ἐμοῦ δικάσασθαι, φραγήσεταί μου τὸ στόμα, μὴ ἔχον τι φθέγξασθαι ἢ τί ἀπολογήσασθαι· δι’ ὃ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· μηδὲ ἐπισταθμήσῃς τὰς ἐμὰς ἁμαρτίας τῇ σῇ ἀπειλῇ· «ἀλλ’ ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον»7· καὶ «σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου», Κύριε, «καὶ τὸ ἔλεός σου καταδιῶξαί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου»8. Καταδιωξάτω με τὸ ἔλεός σου Κύριε, τὸν κακῶς ἀπὸ σοῦ φεύγοντα· τὸν ἀεὶ ἀπὸ σοῦ δραπετεύοντα, καὶ πρὸς τὴν ἁμαρτίαν ἀεὶ κακῶς ἀποτρέχοντα.

   Τοῦτο μόνον ἐπικαλοῦμαι καὶ ἱκετεύω καὶ δέομαι· «Σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου»· σῶσόν με πρὸ τοῦ ἀπελθεῖν εἰς τὰ ἐκεῖσε δικαστήρια· ἢ μᾶλλον τἀληθὲς εἰπεῖν, εἰς τὰ ἐκεῖσε κολαστήρια· ἔνθα οὐκ ἔστι μετάνοια, οὔτε ἐξομολόγησις· «ἐν γὰρ τῷ ᾅδῃ, φησί, τίς ἐξομολογήσεταί σοι; Δι’ ὃ σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου»· οὐδὲ ἐν τῷ ᾅδῃ ὁ ἐξομολογούμενος· ἐκεῖ γὰρ οὐκ ἔστι μετάνοια· οὐκ ἔστιν ἄφεσις τοῖς ὦδε μὴ μετανοοῦσι, μηδὲ ἐξομολογουμένοις. «Δι’ ὃ σῶσόν με μετανοοῦντά σοι καὶ ἐξομολογούμενον τὸν ἀνάξιον δοῦλον σου, ἕνεκεν τοῦ ἐλέους σου, Κύριε, καὶ οὐχ ἕνεκεν τῶν ἔργων μου»· σὺ γὰρ εἶπας, Κύριε· «ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν»9· καὶ «ὅσα ἐὰν αἰτήσητε, πιστεύοντες, λήψεσθε»10· δι’ ὃ σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, φιλάνθρωπε Δέσποτα, ἵνα καὶ ἐπ’ ἐμοὶ δοξασθῇ τὸ πανάγιον, καὶ ὑπερδεδοξασμένον ὄνομά σου. Κύριε ὁ Θεός μου, ὁ δι’ ἐμὲ κατ’ ἐμὲ γεγονώς· ὡς ἂν κἀγὼ μετὰ πάντων τῶν Ἁγίων συναριθμηθείς, δοξάζω σε τὸν ὑπεράγαθον καὶ φιλάνθρωπον Θεόν μου Ἰησοῦν Χριστόν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


1. Ἄλλοι δέ φασι (λέγουν, ἰσχυρίζονται) ποίημα ταύτην εἶναι Ἀναστασίου τοῦ Σιναΐτου.

2. Ψαλμ. στ΄ 1, καὶ λζ΄ 1.

3. Γέν. η΄ 21, καὶ στ΄ 5.

4. Ψαλμ. ρμγ΄ 4.

5. Ἰὼβ ιδ΄ 4.

6. Ψαλμ. ν΄ 7.

7. Ψαλμ. ν΄ 11.

8. Ψαλμ. κβ΄ 6.

9. Ματθ. ζ΄ 7.

10. Ματθ. κα΄ 22.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 31-35.