Σάββατο 6 Ιανουαρίου 2024

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΚΥΡΙΑΚΗΣ




ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΚΥΡΙΑΚΗΣ (τοῦ ΠΡΟΔΡΟΜΟΥ)

 (Πράξ. ιθ΄ 1 – 8)


   «Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρὼν μαθητάς τινας

   εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν ἠκούσαμεν.

   εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν βαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ Ἰωάννου βάπτισμα.

   εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν Ἰησοῦν Χριστόν.

   ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.

   καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.

   ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο.

   Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.»



Ἀπόδοση στὴν νεοελληνική:

   Ὅταν δὲ ὁ Ἀπολλὼς βρισκόταν στὴν Κόρινθο, ὁ Παῦλος, ἀφοῦ πέρασε τὰ βαρειότερα μέρη τῆς Μ. Ἀσίας, ἦλθε στὴν Ἔφεσο, ὅπου καὶ βρῆκε μερικοὺς μαθητές.

   Καὶ εἶπε πρὸς αὐτούς· ἐὰν ἔλαβαν Πνεῦμα Ἅγιο ὅταν πίστεψαν. Κ’ ἐκεῖνοι τοῦ ἀπάντησαν: Ἐμεῖς δὲν ἔχουμε ἀκούσει οὔτε καὶ ἂν ὑπάρχει Πνεῦμα Ἅγιο.

   Καὶ εἶπε τότε πρὸς αὐτούς: Σὲ ποιοῦ τὸ ὄνομα καὶ ποιοῦ εἴδους βάπτισμα βαπτισθήκατε; Κ’ ἐκεῖνοι τοῦ εἶπαν: Βαπτισθήκαμε στὸ βάπτισμα τοῦ Ἰωάννου.

   Εἶπε δὲ ὁ Παῦλος: Ὁ Ἰωάννης μὲν σᾶς βάπτισε σὲ βάπτισμα μετανοίας καὶ προπαρασκευῆς, λέγοντας συγχρόνως στὸν λαὸ νὰ πιστέψουν σὲ ἐκεῖνον, ποὺ θὰ ἐρχόταν κατόπιν ἀπὸ αὐτόν, δηλαδὴ στὸν Ἰησοῦ Χριστό, ὁ ὁποῖος καὶ μόνος θὰ ἔδιδε ἄφεση καὶ σωτηρία.

   Κι ὅταν ἐκεῖνοι ἄκουσαν αὐτά, πίστεψαν καὶ βαπτίσθηκαν στὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.

   Καὶ ὅταν ὁ Παῦλος ἔθεσε τὰ χέρια του ἐπάνω στὰ κεφάλια τους, κατῆλθε σ’ αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιο, πῆραν καὶ εἰδικὰ χαρίσματα, μιλοῦσαν διάφορες γλῶσσες καὶ προφήτευσαν.

   Ὅλοι δὲ αὐτοὶ ἦσαν περίπου δώδεκα ἄνδρες.

   Κ’ ἔπειτα ἀπὸ τὸ γεγονὸς αὐτὸ ὁ Παῦλος εἰσῆλθε στὴν συναγωγὴ τῶν Ἑβραίων, κήρυττε μὲ θάρρος ἐπὶ τρεῖς μῆνες, συνδιαλεγόταν μὲ τοὺς Ἰουδαίους καὶ τοὺς ἔπειθε νὰ πιστέψουν στὴν βασιλεία τοῦ Θεοῦ.