Σάββατο 9 Ιουλίου 2022

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΚΥΡΙΑΚΗΣ




ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΚΥΡΙΑΚΗΣ Δ΄ ΜΑΤΘΑΙΟΥ

(Ματθ. η΄ 5 - 13)


   «Τῷ καιρῷ ἐκείνῳ, εἰσελθόντι τῷ Ἰησοῦ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων·

   Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.

   καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.

   καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.

   καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.

   ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.

   λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,

   οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

   καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.»


   Τὸν καιρὸ ἐκεῖνο, ἐνῶ εἰσῆλθε ὁ Ἰησοῦς στὴν Καπερναούμ, τὸν πλησίασε μὲ σεβασμὸ ἕνας ἑκατόνταρχος παρακαλῶντάς τον καὶ λέγοντας:

   Κύριε, ὁ δοῦλος μου εἶναι κατάκοιτος στὸ σπίτι μου παράλυτος καὶ βασανίζεται ἀπὸ τρομεροὺς πόνους.

   Καὶ λέγει πρὸς αὐτὸν ὁ Ἰησοῦς: Ἐγὼ θὰ ἔλθω καὶ θὰ τὸν θεραπεύσω.

   Ὁ ἑκατόνταρχος ὅμως ἀποκρίθηκε κ’ εἶπε: Κύριε, δὲν εἶμαι ’γὼ ἄξιος νὰ εἰσέλθεις Σύ, ὁ Παντοδύναμος, κάτω ἀπὸ τὴν στέγη μου. Ἀλλὰ πὲς ἕνα μόνον λόγο κι ἀμέσως θὰ θεραπευθεῖ ὁ δοῦλος μου.

   Διότι καί ’γὼ εἶμαι ἄνθρωπος, καὶ βρίσκομαι ὑπὸ τὴν ἐξουσία τῶν ἀνωτέρων μου, κ’ ἔχω ὑπὸ τὶς διαταγές μου στρατιῶτες καὶ λέγω σὲ τοῦτον, «πήγαινε» καὶ πηγαίνει, καὶ στὸν ἄλλο, «ἔλα» κι ἔρχεται, καὶ στὸν δοῦλο μου «κάμε τοῦτο» καὶ τὸ κάνει.

   Κι ἀφοῦ ἄκουσε ὁ Ἰησοῦς τὰ γεμάτα πίστη αὐτὰ λόγια θαύμασε καὶ εἶπε σ’ αὐτοὺς ποὺ τὸν ἀκολουθοῦσαν: Σᾶς διαβεβαιώνω, ὅτι οὔτε μεταξὺ τῶν Ἰσραηλιτῶν δὲν βρῆκα τόσο μεγάλη πίστη.

   Ἀληθινὰ σᾶς λέγω, ὅτι ἀπὸ τὶς χῶρες τῆς Ἀνατολῆς καὶ τῆς Δύσης, ἀπ’ ὅλα τὰ μέρη τῆς οἰκουμένης, θἄρθουν πολλοὶ καὶ θὰ παρακαθήσουν στὸ πνευματικὸ δεῖπνο μαζὶ μὲ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ στὴν βασιλεία τῶν οὐρανῶν.

   Οἱ δὲ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν θἀ ἐκδιωχθοῦν καὶ θὰ ριχτοῦν στὸ πυκνότατο σκότος τοῦ ᾍδη. Ἐκεῖ θὰ εἶναι ὁ κλαυθμὸς καὶ τὸ τρίξιμο τῶν δοντιῶν.

   Καὶ εἶπε ὁ Ἰησοῦς στὸν ἑκατόνταρχο: Πήγαινε καὶ ὅπως πίστεψες, (ὅτι δηλαδὴ μπορῶ μὲ ἕνα μου λόγο νὰ θεραπεύσω τὸν δοῦλο σου), ἂς γίνει πρὸς χάριν σου. Καὶ πράγματι θεραπεύθηκε ὁ δοῦλος του ἀμέσως τὴν ὥρα ἐκείνη.