Σάββατο 5 Αυγούστου 2023

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ




ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

τῆς ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ

 (Ματθ. ιζ΄ 1-9)


   «Μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν·

   καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.

   καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες.

   ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ.

   ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε·

   καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.

   καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε.

   ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον.

   καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.»


Ἀπόδοση στὴν νεοελληνική:

   Ἔπειτα ἀπὸ ἕξι ἡμέρες πῆρε μαζί του ὁ Ἰησοῦς τὸν Πέτρο καὶ τὸν Ἰάκωβο καὶ τὸν ἀδελφό του Ἰωάννη κι ἀνέβηκε μὲ αὐτοὺς μόνο σὲ ὑψηλὸ ὄρος.

   Καὶ μεταμορφώθηκε μπροστὰ σ’ αὐτούς, κ’ ἔλαμψε τὸ πρόσωπό του ὅπως ὁ ἥλιος, τὰ δὲ ἐνδύματά του ἔγιναν λευκὰ ὅπως τὸ φῶς.

   Καὶ ἰδού, φάνηκαν σ’ αὐτοὺς ὁ Μωϋσῆς καὶ ὁ Ἠλίας, οἱ ὁποῖοι συνομιλοῦσαν μαζί του.

   (Συνεπαρμένος) ὁ Πέτρος (ἀπ’ τὸ μεγαλειῶδες ἐκεῖνο θέαμα) ἔλαβε τὸν λόγο καὶ εἶπε στὸν Ἰησοῦ: Κύριε καλὰ εἶναι νὰ μείνουμε ἐμεῖς ἐδῶ· ἐὰν θέλεις, ἂς κάμουμε ’δῶ τρεῖς σκηνές, μία γιὰ σένα, μία γιὰ τὸν Μωϋσῆ καὶ μία γιὰ τὸν Ἠλία.

   Κι ἐνῶ ἀκόμη αὐτὸς μιλοῦσε, ἰδοὺ φωτεινὴ νεφέλη τοὺς σκίασε (τοὺς σκέπασε) καὶ ἰδοὺ ἀκούστηκε φωνὴ ἀπ’ τὴν νεφέλη ποὺ ἔλεγε: Αὐτὸς εἶναι ὁ μονογενὴς Υἱός μου ὁ ἀγαπητός, (στὸν ὁποῖον γιὰ τὴν ἀπόλυτη ἀναμαρτησία καὶ ἁγιότητά Του) ἔχω εὐαρεστηθεῖ. Αὐτὸν ν’ ἀκοῦτε (καὶ σ’ Αὐτὸν νὰ ὑπακοῦτε).

   Ὅταν οἱ μαθητὲς ἄκουσαν τὴν φωνὴ αὐτὴ ἔπεσαν στὸ χῶμα μὲ τὸ πρόσωπό τους στὴν γῆ καὶ φοβήθηκαν πάρα πολύ.

   Κι ἀφοῦ τοὺς πλησίασε ὁ Ἰησοῦς, τοὺς ἄγγιξε καὶ εἶπε: Σηκωθεῖτε καὶ μὴ φοβᾶστε.

   Σήκωσαν ἐκεῖνοι τὰ μάτια τους καὶ δὲν εἶδαν κανένα παρὰ μόνο τὸν Ἰησοῦ.

   Κι ὅταν κατέβαιναν ἀπ’ τὸ ὄρος, τοὺς ἔδωσε ἐντολὴ ὁ Ἰησοῦς λέγοντας: Νὰ μὴ πεῖτε σὲ κανέναν αὐτὸ τὸ ὅραμα, ἕως ὅτου ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀναστηθεῖ ἐκ νεκρῶν.