Σάββατο 22 Ιουλίου 2023

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ τῆς ΚΥΡΙΑΚΗΣ

 




ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΚΥΡΙΑΚΗΣ Ζ΄ ΜΑΤΘΑΙΟΥ

(Ματθ. θ΄ 27 - 35)


   «Τῷ καιρῷ ἐκείνῳ, παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ.

   ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε.

   τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.

   καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω.

   οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.

   Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον·

   καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.

   οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.

   Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.»


Ἀπόδοση στὴν νεοελληνική:

   Τὸν καιρὸ ἐκεῖνο, κ’ ἐνῶ ὁ Ἰησοῦς προχωροῦσε, τὸν ἀκολούθησαν δύο τυφλοί, οἱ ὁποῖοι ἔκραζαν κ’ ἔλεγαν: Σπλαγχνίσου μας, υἱὲ Δαυΐδ, καὶ δός μας τὸ φῶς τῶν ὀφθαλμῶν μας.

   Κι ὅταν ἔφθασε στὸ σπίτι, τὸν πλησίασαν οἱ τυφλοὶ καὶ τοὺς εἶπε ὁ Ἰησοῦς: Πιστεύετε πράγματι, ὅτι μπορῶ ἐγὼ νὰ κάμω αὐτό, ποὺ ζητᾶτε; Λέγουν πρὸς αὐτόν: Ναί, Κύριε.

   Τότε ἄγγιξε τὰ μάτια τους, λέγοντας: Σύμφωνα μὲ τὴν πίστη σας ἂς γίνει σὲ σᾶς αὐτό.

   Κι ἀμέσως ἄνοιξαν τὰ μάτια τους. Ὁ δὲ Ἰησοῦς συνέστησε σ’ αὐτοὺς μὲ αὐστηρότητα καὶ εἶπε: Προσέχετε, κανεὶς νὰ μὴ μάθει τὸ θαῦμα.

   Ἀλλ’ ἐκεῖνοι βγαίνοντας ἔξω διέδωσαν τὸ θαῦμα καὶ τὴν φήμη τοῦ Ἰησοῦ σὲ ὅλη ἐκείνη τὴν χώρα.

   Κι ἐνῶ αὐτοὶ ἐξέρχονταν, ἰδοὺ ἔφεραν στὸν Ἰησοῦ ἕνα ἄνθρωπο δαιμονιζόμενο κωφάλαλο.

   Καὶ ὅταν ἐκδιώχθηκε τὸ δαιμόνιο, ἀμέσως μίλησε ὁ κωφάλαλος καὶ οἱ ὄχλοι ποὺ ἦσαν ἐκεῖ θαύμασαν κι ἔλεγαν ὅτι ποτὲ ἕως τώρα δὲν φάνηκαν στὸν Ἰσραηλιτικὸ λαὸ τόσα πολλὰ καὶ τόσα μεγάλα θαύματα.

   Οἱ μοχθηροὶ ὅμως καὶ δόλιοι Φαρισαῖοι ἔλεγαν: Αὐτὸς διώχνει τὰ δαιμόνια μὲ τὴν δύναμη τοῦ ἀρχηγοῦ τῶν δαιμονίων.

   Καὶ περιόδευε ὁ Ἰησοῦς ὅλες τὶς πόλεις καὶ τὰ χωριὰ διδάσκοντας στὶς συναγωγὲς αὐτῶν καὶ κηρύττοντας τὸ χαρμόσυνο ἄγγελμα τῆς βασιλείας τῶν οὐρανῶν καὶ θεραπεύοντας κάθε ἀσθένεια καὶ κάθε καχεξία μεταξὺ τοῦ λαοῦ.