Παρασκευή 4 Ιουνίου 2021

ΕΥΧΗ Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.




Ε Υ Χ Η

Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.

Κυρίλλου Κωνσταντινουπόλεως τοῦ Γέροντος.*


   Παναγία Δέσποινα Θεοτόκε, ἡ τεκοῦσα τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἡ θέλουσα καὶ ποθοῦσα πάντας ἀνθρώπους εἰς τὴν τοῦ μονογενοῦς σου Υἱοῦ δόξαν εἰσελθόντας, ἰδεῖν σε τὸ προεκλελεγμένον πρὸ καταβολῆς κόσμου ὄργανον τῆς σωτηρίας τοῦ γένους ἡμῶν· ὁ ἀχρεῖος ἐγὼ καὶ ἀκάθαρτος δοῦλός σου δυσωπῶ σὲ τὴν τοῦ ἡλίου καθαρωτέραν καὶ τῶν Ἀγγέλων τιμιωτέραν. Δέξαι τὴν δέησίν μου καὶ μὴ ἀπώσῃ με· αἰτῶ γὰρ παρὰ τῆς σῆς εὐσπλάγχνου καὶ φιλανθρώπου γνώμης καὶ διαθέσεως, δεηθῆναι τοῦ Υἱοῦ σου τοῦ ἐλεήμονος, ὡς ἔχουσαν παρρησίαν, ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα μου εἰσακούσῃ τῆς μετὰ συντριβῆς καὶ ταπεινώσεως γενομένης ρυπαρᾶς προσευχῆς, καὶ μὴ ἐξουδενώσῃ αὐτὴν ἐκ καρδίας ἐβδελυγμένης ἐξερχομένην, ἀλλ᾿ ὡς οἰκτίρμων καὶ πολυέλεος, διὰ τῆς σῆς πρεσβείας τῆς παναχράντου Μητρὸς αὐτοῦ, ἐπικαμφθῇ, καὶ ἐπ᾿ ἐμὲ ἐπιβλέψας, ἐλεήσῃ με, καὶ συγχωρήσῃ μοι πάντα τὰ ἁμαρτήματά μου, ὅσα ἐν ὅλῳ τῷ βίῳ μου παρέβην. Οὕτω ποίησον, Κυρία μου παναγία Παρθένε. Ἐγὼ δέ σοι χρεώστης ἔσομαι, ἀεννάως κηρύττων τὰ μεγαλεῖα σου καὶ τὴν ἄφατόν σου χάριν. Ὅτι εὐλογημένη καὶ κεχαριτωμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 45.