Τρίτη 22 Ιουνίου 2021

ΕΥΧΗ Εἰς τὴν ἁγίαν Τριάδα.




Ε Υ Χ Η

Εἰς τὴν ἁγίαν Τριάδα.


   τρισυπόστατος μία φύσις, ὁ ἀγέννητος καὶ ἄναρχος Πατήρ, ὁ γεννητὸς καὶ συνάναρχος Υἱός, καὶ τὸ ἐκπορευτὸν καὶ θεῖον Πνεῦμα, Θεότης μία καὶ βασιλεία· ἡ τῇ ἀφράστῳ καὶ παναλκεῖ σου δυνάμει συνέχουσα, καὶ διατηροῦσα πᾶσαν ὁρατὴν καὶ ἀόρατον κτίσιν, φρούρησον ἡμᾶς τῇ παντοκρατορικῇ σου δεξιᾷ, καὶ φώτισον ἡμῶν τὸ ἡγεμονικόν, τοῦ ὀρθοτομεῖν τὸν λόγον τῆς σῆς ἀληθείας· ρῦσαι ἡμᾶς ἀπὸ πάσης ἐνέδρας τοῦ ἀρχεκάκου ἐχθροῦ, καὶ ἆρον ἀφ’ ἡμῶν τὸν βαρὺν τῆς ἁμαρτίας ζυγόν. Ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν ἐνώπιον τῶν παντεφόρων σου ὀφθαλμῶν, μὴ οὖν συναπολέσῃς ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλὰ πρόσδεξαι τὰς ἐκ ρυπαρῶν χειλέων προσφερομένας ταῇ ἀχράντῳ σου δόξῃ δοξολογίας. Καὶ καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ὅπως ἀδιαλείπτως μετὰ παρρησίας ὑμνῶμεν τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 46.