Πέμπτη 2 Φεβρουαρίου 2023

ΕΥΧΗ Εἰς τὴν Κυρίαν Θεοτόκον, ἱκετήριος.




Ε Υ Χ Η

Εἰς τὴν Κυρίαν Θεοτόκον, ἱκετήριος.

Ἐν’ ᾧ καιρῷ μάλιστά τις βούλεται μεταλαβεῖν.


   πανάμωμε Θεοῦ Μῆτερ ὑπὲρ πάντα νοῦν καὶ λόγον· ὦ ὑπεραγία Παρθένε, πάσης παρθενίας ὑπερκειμένη, ὡς καὶ πρὸ τοῦ θείου τόκου Παρθένος, ὑπὲρ πάσας οὖσα τὰς παρθένους, καὶ ἐν αὐτῷ τῷ τόκῳ, καὶ μετὰ τὸ τεκεῖν ἡ αὐτὴ μείνασα· δι’ ἧς ἡ τῶν ἀνθρώπων φύσις, ἡ πάλαι ἔκπτωτος καὶ μακρὰν ἀπῳκισμένη Θεοῦ, λόγοις ἀφάτου φιλανθρωπίας καὶ ἀνεικάστου συγκαταβάσεως, ἥνωται τῇ θείᾳ καὶ μακαρίᾳ φύσει, μηδαμῶς ὑποστάσῃ τροπὴν ἢ σύγχυσιν ἢ ἀλλοίωσιν· δι’ ἧς, καὶ μετὰ τὴν φρικωδεστάτην ταύτην ἕνωσιν καὶ καταλλαγήν, φθόνῳ τοῦ πονηροῦ καὶ τῇ τοῦ νοὸς ἡμῶν ματαιότητι τοῦ καθήκοντος ἀποπίπτοντες, αὖθις ἀνακαλούμεθα, καὶ τὸν σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν, περὶ ἡμᾶς εὑρίσκομεν ἵλεων, ταῖς πρὸς αὐτὸν ἀκαμάτοις σου μεσιτείαις καὶ ἀνυσιμωτάταις δεήσεσι.

   Σοῦ, Δέσποινα, δέομαι, καὶ σὲ παρακαλῶ τὴν ἐλεήμονα καὶ φιλάνθρωπον, τοῦ ἐλεήμονος καὶ φιλανθρώπου Θεοῦ Μητέρα· πρόστηθί μου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ, πλείστης, εἴπέρ ποτε, καὶ τανῦν δεομένου τῆς παρὰ σοῦ σκέπης καὶ ἀντιλήψεως. Ἐπειδὴ γὰρ ὅλος ὢν ἀκαθαρσία καὶ τῶν ἁμαρτιῶν βόρβορος· καὶ συνόλως εἰπεῖν, τῶν ψυχολέθρων πάντων παθῶν οἰκητήριον, τοῖς ὑπεραχράντοις καὶ φρικτοῖς μυστηρίοις, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν προσελθεῖν βούλομαι, ἀγωνιῶ καὶ τρόμῳ συνέχομαι πρὸς τὸ τῶν ἐμῶν ἀνομιῶν ἀφορῶν πλῆθος. Τίνα γὰρ τῶν ἐμῶν αἰσθήσεων ὁ ταλαίπωρος οὐ κατέχρανα; ποῖον σατανικὸν ἐπιτήδευμα καὶ ἐνθύμημα, οὐ μεθ’ ὑποκρίσεως καὶ μετὰ διαθέσεως καὶ μεθ’ ὑπερβολῆς εἰργασάμην; ποίοις οὐ διεφθάρην ἀτοπωτάτοις λογισμοῖς καὶ ἀναπλάσματι ματαιότητος; ποῖος αἰχμαλωσίας τρόπος οὐ κατεκράτησέ μου τελείως τοῦ νοῦ; οὐ μόνον γὰρ ἐν οἷς ἀθλίως περιπέπτωκα πάθεσιν, ἐν τούτοις κατὰ πρόληψιν ὡς αἰχμάλωτος περιάγομαι· οὐδ’ ἅπερ διὰ τῆς τῶν αἰσθήσεων ἀκρασίας, ἐξ ἀλλοτρίων πράξεων ἢ ὁμιλιῶν ἢ ἐκ τοῦ παρήκοντος εἰς ἀκοὴν ἐλθόντα, ἢ ὁραθέντα ἐμαυτῷ ἐπεσώρευσα πονηρὰ εἴδωλα· ταῦτα σκεδάννυσι τὴν διάνοιαν, ἀλλὰ καὶ τὰ μήπω γεγονότα, μήτε μὴν γενησόμενα, μήτ’ ἀκουσθέντα, μήθ’ ὁραθέντα συνερχόμενος ὁ ἐμπαθὴς καὶ σαθρὸς καὶ νηπιόφρων καὶ ἄκαρπός μου νοῦς τῷ δημιουργῷ τῆς κακίας, καὶ ὡς ὄντα εἰδοποιῶν ἐν τούτοις τὸν τῆς ἐλεεινῆς μου ζωῆς κατηνάλωσα χρόνον.

   Τοσούτοις καὶ τηλικούτοις ὁ δυστυχὴς ἐνεσχημένος κακοῖς, πρὸς τοιαῦτα ὑπερφυῆ καὶ θειότατα, πρὸς ἃ δὴ καὶ Ἄγγελοι παρακῦψαι ἐπιθυμοῦσι προσελθεῖν προεθέμην, ὦ Δέσποινα, καὶ δέδοικα, μήπως ὡς ἀνάξιος, κατ’ ἐκεῖνον τὸν μὴ ἐνδεδυμένον ἔνδυμα γάμου, χεῖρας καὶ πόδας δεθείς, εἰς τὸ σκότος ριφῶ, ἀντὶ φωτισμοῦ καὶ θείας χάριτος κοινωνίας, τὴν ἐμοὶ κατάλληλον τοῦ σκότους καταδικασθεὶς κατοίκησιν· ἀλλὰ τί πάθω; ἀναξίως μὲν τῶν τοιούτων φρικωδεστάτων μυστηρίων μετέχων, τοιαύτας, καὶ τούτων χείρονας προσδοκῶ τὰς εὐθύνας ὑφέξειν· ἀμέτοχος δὲ πάλιν τούτων ἐσθ’ ὅτε διαμένων ἐπιπολύ, προβαλλόμενος τὸ ἀνάξιον, εἰς βάθος, ὡς εἰπεῖν, τῶν κακῶν ἐμπίπτων, καταφρονῶ, καὶ ταῖς αὐταῖς κολάσεσιν, ἢ καὶ μείζοσι, καὶ οὕτως ὑπόδικος γίνομαι.

   Στενά μοι τοίνυν τὰ τοῦ πράγματος ἑκατέρωθεν· δι’ ὃ καὶ πρὸς σὲ καταφεύγω τὴν κραταιοτάτην ὄντως καὶ ἀπροσμάχητον βοηθόν. Σπλαγχνίσθητι οὖν, ὑπέραγνε Θεομῆτορ, ἐπ’ ἐμοί, καὶ χρησαμένη τῇ πρὸς τὸν σὸν Υἱὸν μητρικῇ παρρησίᾳ σου· ἄφεσιν μέν μοι τῶν προγεγονότων σφαλμάτων ἐξαίτησαι, ἄφλεκτον δέ με τῷ καυστικῷ πυρί, τῶν αὑτοῦ ζωοποιῶν μυστηρίων ἀνάδειξον· μᾶλλον μὲν οὖν ὡς τὸ βούλεσθαι, τὸ δύνασθαι συντρέχον ὑπερφυῶς κεκτημένη καὶ καθαρθῆναι καὶ φωτισθῆναι τῇ κοινωνίᾳ τούτων ἀξίωσον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου ἐν μετανοίᾳ καὶ ἁγνείᾳ καὶ ταπεινώσει διελθεῖν εὐόδωσον, ἐν ἔργοις, ἐν λόγοις, ἐν λογισμοῖς, καὶ ἐν πᾶσι ψυχῆς καὶ σώματος τοῖς κινήμασιν ἀεὶ συμπαροῦσα, διευθετοῦσα, προϊσταμένη, χειραγωγοῦσα, τὰς ἐναντίας ἀποτρεπομένη δυνάμεις, καὶ ὡς δοῦλον, εἰ καὶ ἀχρεῖον, τῆς σῆς χρηστότητος, παντοίως περιποιουμένη τε καὶ φυλάττουσα.

   Ναί, Δέσποινα παντευλόγητε, μὴ ἀποστρέψῃς κενὰς τὰς ἀναξίους μου καὶ οἰκτροτάτας δεήσεις· ἀλλὰ κἂν τῷ τῇδε βίῳ, καὶ ἐν τῇ ἐξόδῳ τῆς ταλαιπώρου μου ψυχῆς, καὶ ἐν τῇ μελλούσῃ φοβερᾷ καὶ ἀδεκάστῳ κρίσει, πάρεσό μοι συμμαχοῦσα, καὶ τῶν ἀπευκτῶν ρυομένη πάντων· ἵνα χάριτι σεσωσμένος, εὐλογῶ καὶ δοξάζω σε· καὶ ταῖς σαῖς αὐγαῖς φωτιζόμενος, πρὸς ὕμνον, πρὸς δόξαν καὶ προσκύνησιν ἀνατείνωμαι τῆς παναγάθου, παντουργοῦ τε καὶ μακαρίας Τριάδος, εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.


* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 59, 60.